Note: Your browser must have access to a Unicode font for the polytonic (non-Demotic) Greek to be rendered properly. Some common Unicode fonts are Arial Unicode MS; Palatino Linotype; Code2000; New Athena Unicode; Gentium; GentiumAlt; Everson Mono Unicode; Cardo; and TITUS Cyberbit Basic.


Information on formatting conventions used

Verse numbers appear in this format.

Text in this format is used for the superscriptions of the psalms.

Text in this format is used for footnotes — an asterisk appears in the text and the actual note appears at the bottom of the column. Here, the actual note appears on the next line, in this same format.


Α΄ — 1

1 ΜΑΚΑΡΙΟΣ ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν

καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη

καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν.

2 ἀλλ᾿ ἤ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ,

καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.

3 καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων,

ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ,

καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται·

καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται.

4 οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως,

ἀλλ᾿ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.

5 διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει,

οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·

6 ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων,

καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.

Β΄ — 2

Ινατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;

2 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς,

καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ

κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.

(διάψαλμα).

3 Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν

καὶ ἀποῤῥίψωμεν ἀφ᾿ ἡμῶν τὸν ζυγὸν αὐτῶν.

4 ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς,

καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.

5 τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ

καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς.

6 Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾿ αὐτοῦ

ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ

7        διαγγέλλων τὸ πρόσταγμα Κυρίου.

Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ,

ἐγὼ σήμερον γεγέννηκά σε.

8 αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου

καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.

9 ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ,

ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.

10 καὶ νῦν, βασιλεῖς, σύνετε,

παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν.

11 δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ

καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.

12 δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος

καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας.

ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ,

  μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ.

Γ΄ — 3

Ψαλμὸς τῷ Δαυΐδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ

2 Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;

πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·

3 πολλοὶ λέγουσι τῇ ψυχῇ μου·

οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.

(διάψαλμα).

4 σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ,

δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.

5 φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,

καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.

(διάψαλμα).

6 ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα·

ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.

7 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ

τῶν κύκλῳ συνεπιτιθεμένων μοι.

8 ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου,

ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως,

ὀδόντας ἁμαρτωλῶν συνέτριψας.

9 τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

Δ΄ — 4

Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυΐδ.

2 Εν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου·

ἐν θλίψει ἐπλάτυνάς με.

οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου.

3 υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;

ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;

(διάψαλμα).

4 καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ·

Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.

5 ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε·

ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε.

(διάψαλμα).

6 θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ Κύριον.

7 πολλοὶ λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά;

ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.

8 ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου·

ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.

9 ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω,

ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισάς με.

Ε΄ — 5

Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης· ψαλμὸς τῷ Δαυΐδ.

2 Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε,

σύνες τῆς κραυγῆς μου·

3 πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου,

ὁ βασιλεύς μου καὶ ὁ Θεός μου.

ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε·

4 τὸ πρωΐ εἰσακούσῃ τῆς φωνῆς μου,

τὸ πρωΐ παραστήσομαί σοι καὶ ἐπόψει με,

5 ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ·

οὐ παροικήσει σοι πονηρευόμενος,

6 οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου.

ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν·

7 ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.

ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος.

8 ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου,

προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.

9 Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου,

κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου.

10ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια,

ἡ καρδία αὐτῶν ματαία·

 τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν,

ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν.

11κρῖνον αὐτούς, ὁ Θεός.

ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν·

 κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν

ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε.

12καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ·

εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς,

 καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου.

13        ὅτι σὺ εὐλογήσεις δίκαιον·

 Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.

Ϝ΄ — 6

Εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυΐδ.

2 Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με,

μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

3 ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι·

ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου,

4 καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα·

καὶ σύ, Κύριε, ἕως πότε;

5 ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου,

σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου.

6 ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου·

ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;

7 ἐκοπίασα ἐν τῷ στεναγμῷ μου,

λούσω καθ᾿ ἑκάστην νύκτα τὴν κλίνην μου,

ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω.

8 ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου,

ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου.

9 ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,

ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου·

10ἤκουσε Κύριος τῆς δεήσεώς μου,

Κύριος τὴν προσευχήν μου προσεδέξατο.

11αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου,

ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους.

Ζ΄ — 7

Ψαλμὸς τῷ Δαυΐδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί.

2 Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα·

σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με,

3 μή ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου,

μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος.

4 Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο,

εἰ ἔστιν ἀδικία ἐν χερσί μου,

5 εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά,

ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός·

6 καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι

καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου

καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι.

(διάψαλμα).

7 ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου,

ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου.

ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω,

8 καὶ συναγωγὴ λαῶν κυκλώσει σε,

καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον.

9 Κύριος κρινεῖ λαούς.

κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου

καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾿ ἐμοί.

10συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν

καὶ κατευθυνεῖς δίκαιον,

ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός.

11δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ

τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.

12ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος

καὶ μὴ ὀργὴν ἐπάγων καθ᾿ ἑκάστην ἡμέραν.

13ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει,

τὸ τόξον αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό·

14καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου,

τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.

15ἰδοὺ ὠδίνησεν ἀδικίαν,

συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν.

16λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν,

καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο·

17ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ,

καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.

18ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ

καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου.

Η΄ — 8

Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυΐδ.

2 Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ·

ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.

3 ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον

ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.

4 ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου,

σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας·

5 τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ;

ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;

6 ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾿ ἀγγέλους,

δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,

7 καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου·

πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,

8 πρόβατα, καὶ βόας ἁπάσας,

ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,

9 τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης,

τὰ διαπορευόμενα τρίβους θαλασσῶν.

10Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.

Θ΄ — 9

Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ· ψαλμὸς τῷ Δαυΐδ.

2 Εξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου,

διηγήσομαι πάντα τὰ θαυμάσιά σου·

3 εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί,

ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε.

4 ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω,

ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου,

5 ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου,

ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην.

6 ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής·

τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

7 τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες·

ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ᾿ ἤχου,

8 καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει.

ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ,

9 καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,

κρινεῖ λαοὺς ἐν εὐθύτητι.

10καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι,

βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψεσι·

11καὶ ἐλπισάτωσαν ἐπὶ σοὶ οἱ γινώσκοντες τὸ ὄνομά σου,

ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε.

12ψάλατε τῷ Κυρίῳ, τῷ κατοικοῦντι ἐν Σιών,

ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ,

13ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη,

οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων.

14ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου,

ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου,

15ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου

ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.

ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου.

16ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν,

ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν.

17γινώσκεται Κύριος κρίματα ποιῶν,

ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. (ᾠδὴ διαψάλματος).

18ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην,

πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ,

19ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός,

ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸ τέλος.

20ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος,

κριθήτωσαν ἔθνη ἐνώπιόν σου.

21κατάστησον, Κύριε, νομοθέτην ἐπ᾿ αὐτούς,

γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν.

(διάψαλμα).

22Ἱνατί, Κύριε, ἀφέστηκας μακρόθεν,

ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψεσιν;

23ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχός,

συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται.

24ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ,

καὶ ὁ ἀδικῶν ἐνευλογεῖται·

25παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός·

κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει·

οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ.

26βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ,

ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ,

πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει·

27εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· οὐ μὴ σαλευθῶ, ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ.

28οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου,

ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος.

29ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων,

ἐν ἀποκρύφοις τοῦ ἀποκτεῖναι ἀθῷον·

οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν·

30ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ,

ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν,

ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν·

31ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει αὐτόν,

κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων.

32εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· ἐπιλέλησται ὁ Θεός,

ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος.

33ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου,

μὴ ἐπιλάθῃ τῶν πενήτων.

34ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν;

εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἐκζητήσει.

35βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς

τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου·

 σοὶ ἐγκαταλέλειπται ὁ πτωχός,

ὀρφανῷ σὺ ᾖσθα βοηθός.

36σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ,

ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ.

37βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,

ἀπολεῖσθε ἔθνη ἐκ τῆς γῆς αὐτοῦ.

38τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος,

τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου

39κρῖναι ὀρφανῷ καὶ ταπεινῷ,

ἵνα μὴ προσθῇ ἔτι μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς.

Ι΄ — 10

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.

Επὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου·

μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;

2 ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον,

ἡτοίμασαν βέλη εἰς φαρέτραν

τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.

3 ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον·

ὁ δὲ δίκαιος τί ἐποίησε;

4 Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ·

Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ.

οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι,

τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.

5 Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ,

ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.

6 ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας,

πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.

7 ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν,

εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ.

ΙΑ΄ — 11

Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυΐδ.

2 Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος,

ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.

3 μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ,

χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά.

4 ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλοῤῥήμονα.

5         τοὺς εἰπόντας· τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν,

τὰ χείλη ἡμῶν παρ᾿ ἡμῖν ἐστι· τίς ἡμῶν Κύριός ἐστιν;

6 ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων,

νῦν ἀναστήσομαι, λέγει Κύριος·

θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ.

7 τὰ λόγια Κυρίου λόγια ἁγνά,

ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ

κεκαθαρισμένον ἑπταπλασίως.

8 σύ, Κύριε, φυλάξαις ἡμᾶς

καὶ διατηρήσαις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα.

9 κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι·

κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.

ΙΒ΄ — 12

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.

2 Εως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;

ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ;

3 ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου,

ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός;

ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ;

4 ἐπίβλεψον, εἰσάκουσόν μου,

Κύριε ὁ Θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον,

5 μήποτε εἴπῃ ὁ ἐχθρός μου· ἴσχυσα πρὸς αὐτόν·

οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ.

6 ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα,

ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου·

ᾄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με

καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου.

ΙΓ΄ — 13

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.

Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεός.

διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν,

οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.

2 Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων

τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν.

3 πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν,

οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. *

* τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν,

ταῖς γλώσσαις αὑτῶν ἐδολιοῦσαν·

ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν,

ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει,

ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα,

σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,

καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν·

οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.

4 οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν;

οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν Κύριον οὐκ ἐπεκαλέσαντο.

5 ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος,

ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ.

6 βουλὴν πτωχοῦ κατῃσχύνατε,

ὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστι.

7 τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;

ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ

ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ.

ΙΔ΄ — 14

Ψαλμὸς τῷ Δαυΐδ.

Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;

ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου;

2 πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην,

λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ,

3 ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ,

οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν

καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοῖς ἔγγιστα αὐτοῦ.

4 ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος,

τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει·

ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν·

5 τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ

καὶ δῶρα ἐπ᾿ ἀθῴοις οὐκ ἔλαβεν.

ὁ ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.

ΙΕ΄ — 15

Στηλογραφία τῷ Δαυΐδ.

Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα.

2 εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σύ,

ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις.

3         τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ

ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

4 ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν,

μετὰ ταῦτα ἐτάχυναν·

οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων,

οὐδ᾿ οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.

5 Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου·

σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί.

6 σχοινία ἐπέπεσέ μοι ἐν τοῖς κρατίστοις·

καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν.

7 εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με·

ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου.

8 προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός,

ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.

9 διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου,

καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου,

ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾿ ἐλπίδι,

10ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην,

οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.

11ἐγ νώρισάς μοι ὁδοὺς ζωῆς·

πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου,

τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.

ΙϜ΄ — 16

Προσευχὴ τοῦ Δαυΐδ.

Εἰσάκουσον, Κύριε, τῆς δικαιοσύνης μου,

πρόσχες τῇ δεήσει μου,

ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις.

2 ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι,

οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας.

3 ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός·

ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.

4 ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων,

διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.

5 κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου,

ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου.

6 ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός·

κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου.

7 θαυμάστωσον τὰ ἐλέη σου,

ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ

ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου.

8 φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ·

ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με

9         ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με.

οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον·

10        τὸ στέαρ αὐτῶν συνέκλεισαν,

τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν.

11ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με,

τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ.

12ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν

καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.

13ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς,

ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς,

ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου.

14Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς

διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν,

 καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν,

ἐχορτάσθησαν υἱῶν *

* Αλλη γρ. ὑείων.

καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν.

15ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου,

χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου.

ΙΖ΄ — 17

Εἰς τὸ τέλος· τῷ παιδὶ Κυρίου τῷ Δαυΐδ, ἃ ἐλάλησεν τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ, ᾗ ἐῤῥύσατο αὐτὸν ὁ Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ, 2καὶ εἶπεν·

Αγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου.

3 Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου.

Ὁ Θεός μου βοηθός μου, ἐλπιῶ ἐπ᾿ αὐτόν,

ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου καὶ ἀντιλήπτωρ μου.

4 αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.

5 περιέσχον με ὠδῖνες θανάτου,

καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξάν με.

6 ὠδῖνες ᾅδου περιεκύκλωσάν με,

προέφθασάν με παγίδες θανάτου.

7 καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον

καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα·

ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου,

καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.

8 καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ,

καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν

καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός.

9 ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ

καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται,

ἄνθρακες ἀνήφθησαν ἀπ᾿ αὐτοῦ.

10καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη,

καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.

11καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη,

ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.

12καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ·

κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ,

σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων.

13ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον,

χάλαζα καὶ ἄνθρακες πυρός.

14καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος,

καὶ ὁ Ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ·

15ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτοὺς

καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς.

16καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων,

καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης

 ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε,

ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου.

17ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με,

προσελάβετό με ἐξ ὑδάτων πολλῶν.

18ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν,

καὶ ἐκ τῶν μισούντων με,

ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ.

19προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου,

καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου

20καὶ ἐξήγαγέ με εἰς πλατυσμόν,

ῥύσεταί με, ὅτι ἠθέλησέ με.

21καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου

καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι,

22ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου

καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου,

23ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου,

καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησαν ἀπ᾿ ἐμοῦ.

24καὶ ἔσομαι ἄμωμος μετ᾿ αὐτοῦ

καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.

25καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου

καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου

ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.

26μετὰ ὁσίου ὅσιος ἔσῃ,

καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ,

27καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ

καὶ μετὰ στρεβλοῦ διαστρέψεις.

28ὅτι σὺ λαὸν ταπεινὸν σώσεις

καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις.

29ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε

ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου.

30ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου

καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος.

31ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ,

τὰ λόγια Κυρίου πεπυρωμένα,

ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ᾿ αὐτόν.

32ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου,

καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;

33ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν

καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου·

34καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου

καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με·

35διδάσκων χεῖράς μου εἰς πόλεμον

καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου·

36καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας,

καὶ ἡ δεξιά σου ἀντελάβετό μου,

 καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος,

καὶ ἡ παιδεία σου αὐτή με διδάξει.

37ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου,

καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου.

38καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτοὺς

καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλίπωσιν·

39ἐκθλίψω αὐτούς, καὶ οὐ μὴ δύνωνται στῆναι,

πεσοῦνται ὑπὸ τοὺς πόδας μου.

40καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον,

συνεπόδισας πάντας τοὺς ἐπανισταμένους ἐπ᾿ ἐμὲ ὑποκάτω μου.

41καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον

καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας.

42ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σῴζων,

πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν.

43καὶ λεπτυνῶ αὐτοὺς ὡσεὶ χνοῦν κατὰ πρόσωπον ἀνέμου,

ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς.

44ῥύσῃ με ἐξ ἀντιλογίας λαοῦ,

καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν.

λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι,

45εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου·

υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι,

46υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν

καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.

47ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου

καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μο¿υ,

48ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί,

καὶ ὑποτάξας λαοὺς ὑπ᾿ ἐμέ,

49ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων,

ἀπὸ τῶν ἐπανισταμένων ἐπ᾿ ἐμὲ ὑψώσεις με,

ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με.

50διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε,

καὶ τῷ ὀνόματί σου ψαλῶ,

51μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ,

καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ,

τῷ Δαυΐδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

ΙΗ΄ — 18

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.

2 Οἱ οὐρανοι διηγοῦνται δόξαν Θεοῦ,

ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

3 ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα,

καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.

4 οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν·

5         εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν

καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

6 ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ·

καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ,

ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.

7 ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ,

καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ

καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ.

8 ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς·

ἡ μαρτυρία Κυρίου πιστή, σοφίζουσα νήπια.

9 τὰ δικαιώματα Κυρίου εὐθέα, εὐφραίνοντα καρδίαν·

ἡ ἐντολὴ Κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς·

10ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος·

τὰ κρίματα Κυρίου ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό,

11ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν

καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον.

12καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά·

ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.

13παραπτώματα τίς συνήσει;

ἐκ τῶν κρυφίων μου καθάρισόν με.

14καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου·

ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι

καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης.

15καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου

καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός,

Κύριε, βοηθέ μου καὶ λυτρωτά μου.

ΙΘ΄ — 19

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.

2 Επακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως,

ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.

3 ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου

καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.

4 μνησθείη πάσης θυσίας σου

καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

(διάψαλμα).

5 δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου

καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.

6 ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου

καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.

πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου.

7 νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ·

ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ·

ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.

8 οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις,

ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.

9 αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν,

ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.

10Κύριε, σῶσον τὸν βασιλέα,

καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.

Κ΄ — 20

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.

2 Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς

καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.

3 τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ

καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.

(διάψαλμα).

4 ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος,

ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.

5 ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ,

μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

6 μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου,

δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾿ αὐτόν·

7 ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος,

εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.

8 ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον

καὶ ἐν τῷ ἐλέει τοῦ Ὑψίστου οὐ μὴ σαλευθῇ.

9 εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου,

ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.

10θήσεις αὐτοὺς εἰς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου·

Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.

11τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς

καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων,

12ὅτι ἔκλιναν εἰς σὲ κακά,

διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι.

13ὅτι θήσεις αὐτοὺς νῶτον·

ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.

14ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου·

ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.

ΚΑ΄ — 21

Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς· ψαλμὸς τῷ Δαυΐδ.

2 Ο Θεὸσ, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με

μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.

3 ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ,

καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.

4 σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ.

5 ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν,

ἤλπισαν, καὶ ἐῤῥύσω αὐτούς·

6 πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν,

ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν.

7 ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος,

ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ.

8 πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με,

ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν·

9 ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτόν·

σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν.

10ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός,

ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου·

11ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας,

ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ·

12μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς,

ὅτι οὐκ ἔστιν ὁ βοηθῶν.

13περιεκύκλωσάν με μόσχοι πολλοί,

ταῦροι πίονες περιέσχον με·

14ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν

ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος.

15ὡσεὶ ὕδωρ ἐξεχύθην,

καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου,

ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου·

16ἐξηράνθη ὡσεὶ ὄστρακον ἡ ἰσχύς μου,

καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου,

καὶ εἰς χοῦν θανάτου κατήγαγές με.

17ὅτι ἐκύκλωσάν με κύνες πολλοί,

συναγωγὴ πονηρευομένων περιέσχον με,

ὤρυξαν χεῖράς μου καὶ πόδας.

18ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου,

αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.

19διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς

καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.

20σὺ δέ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου ἀπ᾿ ἐμοῦ,

εἰς τὴν ἀντίληψίν μου πρόσχες.

21ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου,

καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου·

22σῶσόν με ἐκ στόματος λέοντος

καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.

23διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου,

ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.

24οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν,

ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν,

φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ,

25ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ,

οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ᾿ ἐμοῦ

καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου.

26παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ,

τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.

27φάγονται πένητες καὶ ἐμπλησθήσονται,

καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν·

ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.

28μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς

καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν,

29ὅτι τοῦ Κυρίου ἡ βασιλεία,

καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.

30ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς,

ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν.

 καὶ ἡ ψυχή μου αὐτῷ ζῇ,

31        καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ·

 ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη,

32        καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ

λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος.

ΚΒ΄ — 22

Ψαλμὸς τῷ Δαυΐδ.

Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.

2 εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν,

ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με,

3         τὴν ψυχήν μου ἐπέστρεψεν.

ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης

ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.

4 ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου,

οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ·

ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.

5 ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με·

ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου,

καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον.

6 καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου,

καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.

ΚΓ΄ — 23

Ψαλμὸς τῷ Δαυΐδ· τῆς μιᾶς Σαββάτων.

Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς,

ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.

2 αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν

καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.

3 τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου

καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;

4 ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ,

ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ

καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ.

5 οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου

καὶ ἐλεημοσύνη·ν παρὰ Θεοῦ σωτῆρος αὐτοῦ.

6 αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον,

ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ.

(διάψαλμα).

7 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν,

καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,

καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.

8 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;

Κύριος κραταιὸς καὶ δυνατός,

Κύριος δυνατὸς ἐν πολέμῳ.

9 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν,

καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,

καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.

10τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;

Κύριος τῶν δυνάμεων αὐτός ἐστιν

ὁ βασιλεὺς τῆς δόξης.

ΚΔ΄ — 24

Ψαλμὸς τῷ Δαυΐδ.

Πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου, ὁ Θεός μου.

2 ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην,

μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου.

3 καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν·

αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς.

4 τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι,

καὶ τὰς τρίβους σου δίδαξόν με.

5 ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου

καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου,

καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.

6 μνήσθητι τῶν οἰκτιρμῶν σου,

Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν.

7 ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς·

κατὰ τὸ ἔλεός σου μνήσθητί μου, σύ,

ἕνεκεν χρηστότητός σου, Κύριε.

8 χρηστὸς καὶ εὐθὴς ὁ Κύριος·

διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.

9 ὁδηγήσει πραεῖς ἐν κρίσει,

διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.

10πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια

τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ.

11ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε,

καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου, πολλὴ γάρ ἐστι.

12τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον;

νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο.

13ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται,

καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.

14κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν,

καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς.

15οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον,

ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.

16ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με,

ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.

17αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν·

ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.

18ἴδε τὴν ταπείνωσίν μου

καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.

19ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν

καὶ μῖσος ἄδικον ἐμίσησάν με.

20φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με·

μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ.

21ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε.

22λύτρωσαι, ὁ Θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.

ΚΕ΄ — 25

Τοῦ Δαυΐδ.

Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην

καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων, οὐ μὴ ἀσθενήσω.

2 δοκίμασόν με, Κύριε, καὶ πείρασόν με,

πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.

3 ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστι,

καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.

4 οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος

καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω·

5 ἐμίσησα ἐκκλησίαν πονηρευομένων

καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.

6 νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου

καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε,

7 τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου

καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.

8 Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου

καὶ τόπον σκηνώματος δόξης σου.

9 μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου

καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου,

10ὧν ἐν χερσὶν ἀνομίαι,

ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.

11ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην·

λύτρωσαί με καὶ ἐλέησόν με.

12ὁ πούς μου ἔστη ἐν εὐθύτητι·

ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε.

ΚϜ΄ — 26

Τοῦ Δαυΐδ· πρὸ τοῦ χρισθῆναι.

Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι;

Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω;

2 ἐν τῷ ἐγγίζειν ἐπ᾿ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου,

οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.

3 ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου·

ἐὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.

4 μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω·

τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου,

τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου

καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ.

5 ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου,

ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὑτοῦ,

ἐν πέτρᾳ ὕψωσέ με.

6 καὶ νῦν ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ᾿ ἐχθρούς μου·

ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ,

ᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ.

7 εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα·

ἐλέησόν με καὶ εἰσάκουσόν μου. 8 σοὶ εἶπεν ἡ καρδία μου·

ἐξεζήτησέ σε τὸ πρόσωπόν μου·

τὸ πρόσωπόν σου, Κύριε, ζητήσω.

9 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ

καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου·

βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με

καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεός, ὁ σωτήρ μου.

10ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με,

ὁ δὲ Κύριος προσελάβετό με.

11νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου

καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου.

12μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με,

ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι,

καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.

13πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.

14ὑπόμεινον τὸν Κύριον·

ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.

ΚΖ΄ — 27

Τοῦ Δαυΐδ.

Πρὸς σέ, Κύριε, ἐκέκραξα, ὁ Θεός μου,

μὴ παρασιωπήσῃς ἀπ᾿ ἐμοῦ,

μήποτε παρασιωπήσῃς ἀπ᾿ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

2 εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σέ,

ἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν ἅγιόν σου.

3 μὴ συνελκύσῃς μετὰ ἁμαρτωλῶν τὴν ψυχήν μου

καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με

τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν,

κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν.

4 δὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν

καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν·

κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς,

ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς.

5 ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου

καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ·

καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.

6 εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

7 Κύριος βοηθός μου καὶ ὑπερασπιστής μου·

ἐπ᾿ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην,

καὶ ἀνέθαλεν ἡ σάρξ μου·

καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ.

8 Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ

καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστι.

9 σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου

καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος.

ΚΗ΄ — 28

Ψαλμὸς τῷ Δαυΐδ· ἐξοδίου σκηνῆς.

Ενέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ,

ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν,

ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν,

2          ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ,

προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.

3 φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων,

ὁ Θεὸς τῆς δόξης ἐβρόντησε,

Κύριος ἐπὶ ὑδάτων πολλῶν.

4 φωνὴ Κυρίου ἐν ἰσχύϊ,

φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ.

5 φωνὴ Κυρίου συντρίβοντος κέδρους,

καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου

6 καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον,

καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων.

7 φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός,

8 φωνὴ Κυρίου συσσείοντος ἔρημον

καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης.

9 φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους,

καὶ ἀποκαλύψει δρυμούς·

καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.

10Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ,

καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.

11Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει,

Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.

ΚΘ΄ — 29

Εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· Δαυΐδ.

2 Υψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με

καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ.

3 Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·

4         Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου,

ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.

5 ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ,

καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·

6 ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ,

καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ·

τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς

καὶ εἰς τὸ πρωΐ ἀγαλλίασις.

7 ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.

8 Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν·

ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος.

9 πρὸς σέ, Κύριε, κεκράξομαι,

καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι.

10τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν;

μὴ ἐξομολογήσεταί σοι χοῦς

ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου;

11ἤκουσε Κύριος, καὶ ἠλέησέ με,

Κύριος ἐγενήθη βοηθός μου.

12ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί,

διέῤῥηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην,

13        ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ.

Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.

Λ΄ — 30

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ· ἐκστάσεως.

2 Επὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα·

ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με.

3 κλῖνον πρός με τὸ οὖς σου,

τάχυνον τοῦ ἐξελέσθαι με·

γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν

καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με.

4 ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ

καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με·

5 ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι,

ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε.

6 εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου·

ἐλυτρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας.

7 ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς·

ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα.

8 ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου,

ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου,

ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου

9 καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν,

ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.

10ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι·

ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου,

ἡ ψυχή μου καὶ ἡ γαστήρ μου.

11ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου

καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς·

ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου,

καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν.

12παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος

καὶ τοῖς γείτοσί μου σφόδρα,

καὶ φόβος τοῖς γνωστοῖς μου·

οἱ θεωροῦντες με ἔξω ἔφυγον ἀπ᾿ ἐμοῦ.

13ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας,

ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός.

14ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν·

ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ᾿ ἐμὲ

τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο.

15ἐγὼ δὲ ἐπὶ σοὶ ἤλπισα, Κύριε,

εἶπα· σὺ εἶ ὁ Θεός μου.

16ἐν ταῖς χερσί σου οἱ κλῆροί μου· *

* Αλλη γρ. οἱ καιροί μου.

ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου

καὶ ἐκ τῶν καταδιωκόντων με.

17ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου,

σῶσόν με ἐν τῷ ἐλέει σου.

18Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε·

αἰσχυνθείησαν οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου.

19ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια

τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν

ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει.

20ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε,

ἧς ἔκρυψας τοῖς φοβουμένοις σε,

ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ

ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων.

21κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου

ἀπὸ ταραχῆς ἀνθρώπων,

σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν.

22εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς.

23ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου·

ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου.

διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.

24ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ,

ὅτι ἀληθείας ἐκζητεῖ Κύριος

καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν.

25ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν,

πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.

ΛΑ΄ — 31

Τῷ Δαυΐδ· συνέσεως.

Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι

καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·

2 μακάριος ἀνήρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν,

οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος.

3 ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου

ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν·

4 ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ᾿ ἐμὲ ἡ χείρ σου,

ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν.

(διάψαλμα).

5 τὴν ἁμαρτίαν μου ἐγνώρισα

καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα·

εἶπα· ἐξαγορεύσω κατ᾿ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ·

καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.

(διάψαλμα).

6 ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ·

πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσι.

7 σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με·

τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.

(διάψαλμα).

8 συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ, ᾗ πορεύσῃ,

ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου.

9 μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις,

ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις

τῶν μὴ ἐγγιζόντων πρὸς σέ.

10πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ,

τὸν δὲ ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει.

11εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι,

καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

ΛΒ΄ — 32

Τῷ Δαυΐδ.

Αγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ·

τοῖς εὐθέσι πρέπει αἴνεσις.

2 ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ,

ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ.

3 ᾄσατε αὐτῷ ᾆσμα καινόν,

καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ.

4 ὅτι εὐθὴς ὁ λόγος τοῦ Κυρίου,

καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει·

5 ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν,

τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ.

6 τῷ λόγῳ τοῦ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν

καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·

7 συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης,

τιθεὶς ἐν θησαυροῖς ἀβύσσους.

8 φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ,

ἀπ᾿ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην·

9 ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν,

αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.

10Κύριος διασκεδάζει βουλὰς ἐθνῶν,

ἀθετεῖ δὲ λογισμοὺς λαῶν

καὶ ἀθετεῖ βουλὰς ἀρχόντων·

11ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει,

λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.

12μακάριον τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ,

λαός, ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ.

13ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος,

εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων·

14ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ

ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν,

15ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν,

ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν.

16οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν,

καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ.

17ψευδὴς ἵππος εἰς σωτηρίαν,

ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.

18ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν

τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ,

19ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν

καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ.

20ἡ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ,

ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν·

21ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν,

καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν.

22γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ΛΓ΄ — 33

Τῷ Δαυΐδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτόν, καὶ ἀπῆλθεν.

2 Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ,

διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.

3 ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου·

ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν.

4 μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί,

καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.

5 ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου

καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με.

6 προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε,

καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.

7 οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ

καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.

8 παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.

9 γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος·

μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ᾿ αὐτόν.

10φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ,

ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.

11πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν,

οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.

(διάψαλμα).

12δεῦτε, τέκνα, ἀκούσατέ μου·

φόβον Κυρίου διδάξω ὑμᾶς.

13τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν,

ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;

14παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ

καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον.

15ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν,

ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν.

16ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους,

καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.

17πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ

τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.

18ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν,

καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς.

19ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν

καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.

20πολλαὶ αἱ θλίψεις τῶν δικαίων,

καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος·

21φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν,

ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.

22θάνατος ἁμαρτωλῶν πονηρός,

καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι.

23λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ,

καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ᾿ αὐτόν.

ΛΔ΄ — 34

Τῷ Δαυΐδ.

Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με,

πολέμησον τοὺς πολεμοῦντάς με.

2 ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου,

3         ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με·

εἶπον τῇ ψυχῇ μου· Σωτηρία σού εἰμι ἐγώ.

4 αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου,

ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά.

5 γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου,

καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς·

6 γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα,

καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς·

7 ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν,

μάτην ὠνείδισαν τὴν ψυχήν μου.

8 ἐλθέτω αὐτῷ παγίς, ἣν οὐ γινώσκει,

καὶ ἡ θήρα, ἣν ἔκρυψε, συλλαβέτω αὐτόν,

καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ.

9 ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ,

τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ.

10πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι;

ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ

καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.

11ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἐπηρώτων με.

12        ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν

καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.

13ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον

καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου,

καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.

14ὡς πλησίον, ὡς ἀδελφῷ ἡμετέρῳ οὕτως εὐηρέστουν·

ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην.

15καὶ κατ᾿ ἐμοῦ εὐφράνθησαν καὶ συνήχθησαν,

συνήχθησαν ἐπ᾿ ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων,

διεσχίσθησαν καὶ οὐ κατενύγησαν.

16ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμῷ,

ἔβρυξαν ἐπ᾿ ἐμὲ τοὺς ὀδόντας αὐτῶν.

17Κύριε, πότε ἐπόψῃ;

ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν,

ἀπὸ λεόντων τὴν μονογενῆ μου.

18ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ,

ἐν λαῷ βαρεῖ αἰνέσω σε.

19μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως,

οἱ μισοῦντες με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς.

20ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν

καὶ ἐπ᾿ ὀργὴν δόλους διελογίζοντο.

21καὶ ἐπλάτυναν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν,

εἶπαν· εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν.

22εἶδες, Κύριε, μὴ παρασιωπήσῃς,

Κύριε, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ·

23ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου,

ὁ Θεός μου καὶ ὁ Κύριός μου, εἰς τὴν δίκην μου.

24κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου, Κύριε ὁ Θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι.

25μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν· εὖγε, εὖγε τῇ ψυχῇ ἡμῶν·

μηδὲ εἴποιεν· Κατεπίομεν αὐτόν.

26αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου,

ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ᾿ ἐμέ.

27ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν οἱ θέλοντες τὴν δικαιοσύνην μου

καὶ εἰπάτωσαν διαπαντός· μεγαλυνθήτω ὁ Κύριος,

οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ.

28καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου,

ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.

ΛΕ΄ — 35

Εἰς τὸ τέλος· τῷ δούλῳ Κυρίου τῷ Δαυΐδ.

2 Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ,

οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ·

3 ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ

τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι.

4 τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος,

οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι·

5 ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ,

παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ,

κακίᾳ δὲ οὐ προσώχθισε.

6 Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου,

καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν·

7 ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ,

τὰ κρίματά σου ὡσεὶ ἄβυσσος πολλή·

ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε.

8 ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός·

οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι.

9 μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου,

καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς·

10ὅτι παρὰ σοὶ πηγὴ ζωῆς,

ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

11παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε

καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ.

12μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας,

καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεύσαι με.

13ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,

ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι.

ΛϜ΄ — 36

Τῷ Δαυΐδ.

Μὴ παραζηλου ἐν πονηρευομένοις

μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν·

2 ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται

καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.

3 ἔλπισον ἐπὶ Κύριον καὶ ποίει χρηστότητα

καὶ κατασκήνου τὴν γῆν,

καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς.

4 κατατρύφησον τοῦ Κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου.

5 ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου

καὶ ἔλπισον ἐπ᾿ αὐτόν, καὶ αὐτὸς ποιήσει

6 καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου

καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν.

7 ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτόν·

μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ

ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν.

8 παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμόν,

μὴ παραζήλου ὥστε πονηρεύεσθαι·

9 ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται,

οἱ δὲ ὑπομένοντες τὸν Κύριον αὐτοὶ κληρονομήσουσι γῆν.

10καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός,

καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς·

11οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν

καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.

12παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον

καὶ βρύξει ἐπ᾿ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ·

13ὁ δὲ Κύριος ἐκγελάσεται αὐτόν,

ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ.

14ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί,

ἐνέτειναν τόξον αὐτῶν

 τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα,

τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ·

15ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν

καὶ τὰ τόξα αὐτῶν συντριβείη.

16κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν·

17ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται,

ὑποστηρίζει δὲ δικαίους ὁ Κύριος.

18γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων,

καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται·

19οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ

καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.

20ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται,

οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι

ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον.

21δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει,

ὁ δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν·

22ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν,

οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται.

23παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται,

καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει σφό δρα·

24ὅταν πέσῃ, οὐ καταῤῥαχθήσεται,

ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ.

25νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα

καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον,

οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους·

26ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος,

καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται.

27ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν

καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος·

28ὅτι Κύριος ἀγαπᾷ κρίσιν

καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ,

εἰς τὸν αἰῶνα φυλαχθήσονται·

ἄνομοι δὲ ἐκδιωχθήσονται,

καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται.

29δίκαιοι δὲ κληρονομήσουσι γῆν

καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ᾿ αὐτῆς.

30στόμα δικαίου μελετήσει σοφίαν,

καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

31ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ,

καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.

32κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν,

33        ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ,

οὐδὲ μὴ καταδικάσηται αὐτόν, ὅταν κρίνηται αὐτῷ.

34ὑπόμεινον τὸν Κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ,

καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν·

ἐν τῷ ἐξολοθρεύεσθαι ἁμαρτωλοὺς ὄψει.

35εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον

καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου·

36καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν,

καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.

37φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα,

ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ·

38οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται ἐπὶ τὸ αὐτό,

τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολοθρευθήσονται.

39σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίου,

καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως,

40καὶ βοηθήσει αὐτοῖς Κύριος καὶ ῥύσεται αὐτοὺς

καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν καὶ σώσει αὐτούς, ὅτι ἤλπισαν ἐπ᾿ αὐτόν.

ΛΖ΄ — 37

Ψαλμὸς τῷ Δαυΐδ· εἰς ἀνάμνησιν περὶ τοῦ σαββάτου.

2 Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με,

μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

3 ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι,

καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου·

4 οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου,

οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.

5 ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου,

ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ.

6 προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου

ἀπὸ προσώπου τῆς ἀφροσύνης μου·

7 ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους,

ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.

8 ὅτι αἱ ψόαι μου * ἐπλήσθησαν ἐμπαιγμάτων,

* Ἅλλη γρ. ὅτι φυχή μου.

καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου·

9 ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα,

ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.

10Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου,

καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.

11ἡ καρδία μου ἐταράχθη,

ἐγκατέλιπέ με ἡ ἰσχύς μου,

καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ.

12οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν,

καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν·

13καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου,

καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας,

καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.

14ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον

καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ·

15καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων

καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.

16ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα·

σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου.

17ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου·

καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.

18ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος,

καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός.

19ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ

καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.

20οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ,

καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως·

21οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν

ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. *

* Ἐνιαχοῦ προστίθεται: καὶ ἀπέρριφάν με τὸν ἀγαπητὸν ὡσει νεκρὸν ἐβδελυγμένον.

22μὴ ἐγκαταλίπῃς με, Κύριε·

ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ·

23πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

ΛΗ΄ — 38

Εἰς τὸ τέλος, τῷ Ἰδιθούν· ᾠδὴ τῷ Δαυΐδ.

2 Εἶπα· φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου·

ἐθέμην τῷ στόματί μου φυλακὴν

ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου.

3 ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν,

καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη.

4 ἐθερμάνθη ἡ καρδία μου ἐντός μου,

καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ.

ἐλάλησα ἐν γλώσσῃ μου· 5 γνώρισόν μοι, Κύριε, τὸ πέρας μου

καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν,

ἵνα γνῶ τί ὑστερῶ ἐγώ.

6 ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου,

καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου·

πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν.

(διάψαλμα).

7 μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος,

πλὴν μάτην ταράσσεται·

θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.

8 καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ Κύριος;

καὶ ἡ ὑπόστασίς μου παρὰ σοί ἐστιν.

9 ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με,

ὄνειδος ἄφρονι ἔδωκάς με.

10ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας.

11ἀπόστησον ἀπ᾿ ἐμοῦ τὰς μάστιγάς σου·

ἀπὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.

12ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον

καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ·

πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος.

(διάψαλμα).

13εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου,

ἐνώτισαι τῶν δακρύων μου·

 μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ

καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου.

14ἄνες μοι, ἵνα ἀναψύξω

πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι μὴ ὑπάρξω.

ΛΘ΄ — 39

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.

2 Υπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι

καὶ εἰσήκουσε τῆς δεήσεώς μου

3 καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας

καὶ ἀπὸ πηλοῦ ἰλύος

καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου

καὶ κατηύθυνε τὰ διαβήματά μου

4 καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν,

ὕμνον τῷ Θεῷ ἡμῶν·

ὄψονται πολλοὶ καὶ φοβηθήσονται καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον.

5 μακάριος ἀνήρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ,

καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς.

6 πολλὰ ἐποίησας σύ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου,

καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι·

ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν.

7 θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας,

σῶμα * δὲ κατηρτίσω μοι·

* Ἅλλη γρ. ὠτία

ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας.

8 τότε εἶπον· ἰδοὺ ἥκω,

ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ·

9 τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ Θεός μου, ἐβουλήθην

καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου.

10εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ·

ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω·

Κύριε, σὺ ἔγνως. 11τὴν δικαιοσύνην σου

οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου, τὴν ἀλήθειάν σου

καὶ τὸ σωτήριόν σου εἶπα,

οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς.

12σὺ δέ, Κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ᾿ ἐμοῦ·

τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διαπαντὸς ἀντιλάβοιντό μου.

13ὅτι περιέσχον με κακά, ὧν οὐκ ἔστιν ἀριθμός,

κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν·

ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου,

καὶ ἡ καρδία μου ἐγκατέλιπέ με.

14εὐδόκησον, Κύριε, τοῦ ῥύσασθαί με·

Κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες.

15καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν·

ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ θέλοντές μοι κακά·

16        ομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι· εὖγε, εὖγε.

17ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε,

καὶ εἰπάτωσαν διαπαντός· μεγαλυνθήτω ὁ Κύριος,

οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.

18ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, Κύριος φροντιεῖ μου.

βοηθός μου καὶ ὑπερασπιστής μου εἶ σύ· ὁ Θεός μου, μὴ χρονίσῃς.

Μ΄ — 40

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.

2 Μακάριος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα·

ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος.

3 Κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ

καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ.

4 Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ·

ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ.

5 ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με,

ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

6 οἱ ἐχθροί μου εἶπαν κακά μοι·

πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;

7 καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει·

ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ,

ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτό. 8 κατ᾿ ἐμοῦ

ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ᾿ ἐμοῦ

ἐλογίζοντο κακά μοι·

9 λόγον παράνομον κατέθεντο κατ᾿ ἐμοῦ·

μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι;

10καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ᾿ ὃν ἤλπισα,

ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾿ ἐμὲ πτερνισμόν.

11σὺ δέ, Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς.

12ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με,

ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ.

13ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου,

καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.

14εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ

ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα. γένοιτο, γένοιτο.

ΜΑ΄ — 41

Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ.

2 Ον τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων,

οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρός σέ, ὁ Θεός.

3 ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ζῶντα·

πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ;

4 ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς

ἐν τῷ λέγεσθαί μοι καθ᾿ ἑκάστην ἡμέραν· ποῦ ἐστιν ὁ Θεός σου;

5 ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ᾿ ἐμὲ τὴν ψυχήν μου,

ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ

ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος.

6 ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με;

ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·

σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.

7 πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη·

διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ, ἀπὸ ὄρους μικροῦ.

8 ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταῤῥακτῶν σου,

πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾿ ἐμὲ διῆλθον.

9 ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ αὐτῷ *

* Ἅλλη γρ. καὶ νυκτὸς δηλώσεί.

παρ᾿ ἐμοί, προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου.

10ἐρῶ τῷ Θεῷ· ἀντιλήπτωρ μου εἶ· διατί μου ἐπελάθου;

καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου;

11ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου ὠνείδιζόν με οἱ ἐχθροί μου,

ἐν τῷ λέγειν αὐτούς μοι καθ᾿ ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου;

12ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἱνατί συνταράσσεις με;

ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·

σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.

ΜΒ΄ — 42

Ψαλμὸς τῷ Δαυΐδ.

Κρῖνόν με, ὁ Θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου·

ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με.

2 ὅτι σὺ εἶ ὁ Θεὸς κραταίωμά μου·

ἱνατί ἀπώσω με;

καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου;

3 ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου·

αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου

καὶ εἰς τὰ σκηνώματά σου.

4 καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ,

πρὸς τὸν Θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου·

ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεός, ὁ Θεός μου.

5 ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἱνατί συνταράσσεις με;

ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·

σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.

ΜΓ΄ — 43

Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν ψαλμός.

2 Ο Θεόσ, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν,

καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν

ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.

3 ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, καὶ κατεφύτευσας αὐτούς,

ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς.

4 οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν,

καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς,

ἀλλ᾿ ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου,

ὅτι ηὐδόκησας ἐν αὐτοῖς.

5 σὺ εἶ αὐτὸς ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου

ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ·

6 ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν

καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν.

7 οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ,

καὶ ἡ ῥομφαία μου οὐ σώσει με·

8 ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς

καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας.

9 ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν

καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογηθησόμεθα εἰς τὸν αἰῶνα.

(διάψαλμα).

10νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς

καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν.

11ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν,

καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς.

12ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως

καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς·

13ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς,

καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν αὐτῶν.

14ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν,

μυκτηρισμὸν καὶ χλευασμὸν τοῖς κύκλῳ ἡμῶν·

15ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν,

κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς.

16ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστι,

καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με

17ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος,

ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.

18ταῦτα πάντα ἦλθεν ἐφ᾿ ἡμᾶς καὶ οὐκ ἐπελαθόμεθά σου

καὶ οὐκ ἠδικήσαμεν ἐν τῇ διαθήκῃ σου,

19καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν

καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου.

20ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως,

καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου.

21εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν

καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον,

22οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα;

αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας.

23ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν,

ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.

24ἐξεγέρθητι· ἱνατί ὑπνοῖς, Κύριε;

ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος.

25ἱνατί τὸ πρόσωπόν σου ἀποστρέφεις;

ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν;

26ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν,

ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν.

27ἀνάστα, Κύριε, βοήθησον ἡμῖν

καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.

ΜΔ΄ — 44

Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν· ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.

2 Εξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν,

λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ,

ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.

3 ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων,

ἐξεχύθη χάρις ἐν χείλεσί σου·

διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα.

4 περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ,

τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου

5 καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε

ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης,

καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.

6 τὰ βέλη σου ἠκονημένα, δυνατέ

—λαοὶ ὑποκάτω σου πεσοῦνται—

ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.

7 ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,

ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.

8 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν·

διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου

ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

9 σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου

ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε.

10θυγατέρας βασιλέων ἐν τῇ τιμῇ σου·

παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ

περιβεβλημένη, πεποικιλμένη.

11ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου

καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου·

12καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου,

ὅτι αὐτός ἐστι Κύριός σου,

13καὶ προσκυνήσεις αὐτῷ. * καὶ θυγάτηρ Τύρου ἐν δώροις·

* Ἅλλη γρ. καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου.

τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

14πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, **

** Ἅλλη γρ. Βασιλέως Ἐσεβών

ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη.

15ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς,

αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι·

16ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει,

ἀχθήσονται εἰς ναὸν βασιλέως.

17ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν υἱοί σου·

καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.

18μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ·

διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι

εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ΜΕ΄ — 45

Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορέ, ὑπὲρ τῶν κρυφίων ψαλμός.

2 Ο Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις,

βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.

3 διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν

καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.

4 ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν,

ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ.

(διάψαλμα).

5 τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ·

ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

6 ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται·

βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωΐ πρωΐ.

7 ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι·

ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ.

8 Κύριος τῶν δυνάμεων μεθ᾿ ἡμῶν,

ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.

(διάψαλμα).

9 δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ,

ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς.

10ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς

τόξον συντρίψει καὶ συνθλάσει ὅπλον

καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.

11σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός·

ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.

12Κύριος τῶν δυνάμεων μεθ᾿ ἡμῶν,

ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.

ΜϜ΄ — 46

Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορὲ ψαλμός.

2 Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας,

ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.

3 ὅτι Κύριος ὕψιστος, φοβερός,

βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

4 ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν·

5          ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ,

τὴν καλλονὴν Ἰακώβ, ἣν ἠγάπησεν.

(διάψαλμα).

6 ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ,

Κύριος ἐν φωνῇ σάλπιγγος.

7 ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε,

ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε,

8 ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός,

ψάλατε συνετῶς. 9ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη,

ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.

10ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἁβραάμ,

ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.

ΜΖ΄ — 47

Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορέ· δευτέρα σαββάτου.

2 Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα

ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ,

3         εὐρίζῳ ἀγαλλιάματι πάσης τῆς γῆς.

ὄρη Σιών, τὰ πλευρὰ τοῦ Βοῤῥᾶ,

ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου.

4 ὁ Θεὸς ἐν τοῖς βάρεσιν αὐτῆς γινώσκεται,

ὅταν ἀντιλαμβάνηται αὐτῆς.

5 ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν, ἤλθοσαν ἐπὶ τὸ αὐτό·

6 αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν,

ἐταράχθησαν, ἐσαλεύθησαν, 7τρόμος ἐπελάβετο αὐτῶν,

ἐκεῖ ὠδῖνες ὡς τικτούσης.

8 ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσίς.

9 καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν

ἐν πόλει Κυρίου τῶν δυνάμεων,

ἐν πόλει τοῦ Θεοῦ ἡμῶν·

ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.

(διάψαλμα).

10ὑπελάβομεν, ὁ Θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου.

11κατὰ τὸ ὄνομά σου, ὁ Θεός, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς·

δικαιοσύνης πλήρης ἡ δεξιά σου.

12εὐφρανθήτω τὸ ὄρος Σιών,

ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ἰοὺ´αίας

ἕνεκεν κριμάτων σου, Κύριε.

13κυκλώσατε Σιὼν καὶ περιλάβετε αὐτήν,

διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς,

14θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς

καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς,

ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν.

15ὅτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν

εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.

ΜΗ΄ — 48

Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορὲ ψαλμός.

2 Ακούσατε ταῦτα, πάντα τὰ ἔθνη,

ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην,

3 οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων,

ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης.

4 τὸ στόμα μου λαλήσει σοφίαν

καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν·

5 κλινῶ εἰς παραβολὴν τὸ οὖς μου,

ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.

6 ἱνατί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ;

ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με.

7 οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν

καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι,

8 ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος;

οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ

9          καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ.

καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα 10καὶ ζήσεται εἰς τέλος·

οὐκ ὄψεται καταφθοράν, 11ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας.

ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται

καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν,

12καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα,

σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν.

13καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε,

παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.

14αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς,

καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσι.

(διάψαλμα).

15ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς·

καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ,

καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ, ἐκ τῆς δόξης αὐτῶν ἐξώσθησαν.

16πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με.

(διάψαλμα).

17μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος

καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ·

18ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα,

οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ.

19ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται·

ἐξομολογήσεταί σοι, ὅταν ἀγαθύνῃς αὐτῷ.

20εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ,

ἕως αἰῶνος οὐκ ὄψεται φῶς.

21καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε,

παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.

ΜΘ΄ — 49

Ψαλμὸς τῷ Ἀσάφ.

Θεὸς θεῶν Κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν

ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.

2 ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ,

3 ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται·

πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται,

καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα.

4 προσκαλέσεται τὸν οὐρανὸν ἄνω

καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ·

5 συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ,

τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις,

6 καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ,

ὅτι ὁ Θεὸς κριτής ἐστι.

(διάψαλμα).

7 ἄκουσον, λαός μου, καὶ λαλήσω σοι,

Ἰσραήλ, καὶ διαμαρτύρομαί σοι·

ὁ Θεὸς ὁ Θεός σού εἰμι ἐγώ.

8 οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε,

τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διαπαντός.

9 οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους

οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους.

10ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ,

κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες·

11ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ,

καὶ ὡραιότης ἀγροῦ μετ᾿ ἐμοῦ ἐστιν.

12ἐὰν πεινάσω, οὐ μή σοι εἴπω·

ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς.

13μὴ φάγομαι κρέα ταύρων,

ἢ αἷμα τράγων πίομαι;

14θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως

καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου·

15καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.

(διάψαλμα).

16τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός·

ἱνατί σὺ διηγῇ τὰ δικαιώματά μου

καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;

17σὺ δὲ ἐμίσησας παιδείαν

καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.

18εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ,

καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις.

19τὸ στόμα σου ἐπλεόνασε κακίαν,

καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητα·

20καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις

καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον.

21ταῦτα ἐποίησας, καὶ ἐσίγησα·

ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος·

ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.

22σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ,

μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος.

23θυσία αἰνέσεως δοξάσει με,

καὶ ἐκεῖ ὁδός, ᾗ δείξω αὐτῷ τὸ σωτήριόν μου.

Ν΄ — 50

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ 2 ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ.

3 Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου

καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου·

4 ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου

καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

5 ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω,

καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.

6 σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα,

ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου,

καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

7 ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην,

καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

8 ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας,

τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

9 ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι,

πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

10ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην,

ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

11ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου

καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

12καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός,

καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

13μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου

καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.

14ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου

καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

15διδάξω ἀνόμους τὰς ὁδούς σου,

καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.

16ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου·

ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. 17Κύριε,

τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

18ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·

ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

19θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον,

καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

20ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών,

καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ·

21τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης,

ἀναφορὰν καὶ ὁλοκαυτώματα·

τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

ΝΑ΄ — 51

Εἰς τὸ τέλος· συνέσεως τῷ Δαυΐδ· 2ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ καὶ εἰπεῖν αὐτῷ· ἦλθε Δαυΐδ εἰς τὸν οἶκον Ἀβιμέλεχ.

3 Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός,

ἀνομίαν ὅλην τὴν ἡμέραν;

4 ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου·

ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον.

5 ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην,

ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην.

(διάψαλμα).

6 ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν.

7          διὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος·

ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματός σου

καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων.

(διάψαλμα).

8 ὄψονται δίκαιοι καὶ φοβηθήσονται

καὶ ἐπ᾿ αὐτὸν γελάσονται καὶ ἐροῦσιν·

9 ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ,

ἀλλ᾿ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ

καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.

10ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ·

ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

11ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας,

καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου.

ΝΒ΄ — 52

Εἰς τὸ τέλος, ὑπὲρ μαελέθ· συνέσεως τῷ Δαυΐδ.

2 Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ·

Οὐκ ἔστι Θεός.

διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις,

οὐκ ἔστι ποιῶν ἀγαθόν.

3 ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων

τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν.

4 πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν,

οὐκ ἔστι ποιῶν ἀγαθόν, οὐκ ἔστιν ἕως ἑνός.

5 οὐχί γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν;

οἱ κατεσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου τὸν Κύριον οὐκ ἐπεκαλέσαντο.

6 ἐκεῖ ἐφοβήθησαν φόβον, οὗ οὐκ ἦν φόβος,

ὅτι ὁ Θεὸς διεσπόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων·

κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς.

7 τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;

ἐν τῷ ἀποστρέψαι τὸν Θεὸν τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ

ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ.

ΝΓ΄ — 53

Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυΐδ 2ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· οὐκ ἰδοὺ Δαυΐδ κέκρυπται παρ᾿ ἡμῖν;

3 Ο Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με

καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.

4 ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου,

ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.

5 ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ᾿ ἐμὲ

καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου

καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν.

(διάψαλμα).

6 ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι,

καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου.

7 ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου·

ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.

8 ἑκουσίως θύσω σοι,

ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν·

9 ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με,

καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.

ΝΔ΄ — 54

Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυΐδ.

2 Ενώτισαι, ὁ Θεός, τὴν προσευχήν μου

καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου,

3         πρόσχες μοι καὶ εἰσάκουσόν μου.

ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην

4         ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ,

ὅτι ἐξέκλιναν ἐπ᾿ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.

5 ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ᾿ ἐμέ·

6         φόβος καὶ τρόμος ἦλθεν ἐπ᾿ ἐμέ,

καὶ ἐκάλυψέ με σκότος.

7         καὶ εἶπα· τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι καὶ καταπαύσω;

8         ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ.

(διάψαλμα).

9 προσεδεχόμην τὸν σῴζοντά με, ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος.

10καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν,

ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.

11ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς,

καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς 12καὶ ἀδικία,

καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος.

13ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν,

καὶ εἰ ὁ μισῶν ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ᾿ αὐτοῦ.

14σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου,

15        ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα,

ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθην ἐν ὁμονοίᾳ.

16ἐλθέτω δὴ θάνατος ἐπ᾿ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες·

ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν.

17ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου.

18        ἑσπέρας καὶ πρωΐ καὶ μεσημβρίας διηγήσομαι

καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου.

19λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι,

ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί.

20εἰσακούσεται ὁ Θεὸς καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.

(διάψαλμα).

οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα,

ὅτι οὐκ ἐφοβήθησαν τὸν Θεόν.

21ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι·

ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ.

22διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ, καὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν·

ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες.

23ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει·

οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ.

24σὺ δέ, ὁ Θεός, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς·

ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν,

ἐγὼ δέ, Κύριε, ἐλπιῶ ἐπὶ σέ.

ΝΕ΄ — 55

Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου· τῷ Δαυΐδ εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ.

2 Ελέησόν με, ὁ Θεός, ὅτι κατεπάτησέ με ἄνθρωπος,

ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με.

3 κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν,

ὅτι πολλοὶ οἱ πολεμοῦντες με ἀπὸ ὕψους. 4ἡμέρας οὐ φοβηθήσομαι,

ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ.

5 ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου,

ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ.

6 ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο,

κατ᾿ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν.

7 παροικήσουσι καὶ κατακρύψουσιν·

αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι, καθάπερ ὑπέμειναν τῇ ψυχῇ μου.

8 ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτούς,

ἐν ὀργῇ λαοὺς κατάξεις.

ὁ Θεός, 9 τὴν ζωήν μου ἐξήγγειλά σοι,

ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου.

10ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω,

ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε·

ἰδοὺ ἔγνων ὅτι Θεός μου εἶ σύ.

11ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα,

ἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον.

12ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.

13       ἐν ἐμοί, ὁ Θεός, εὐχαί, ἃς ἀποδώσω αἰνέσεώς σου,

14ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου

καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος·

εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν φωτὶ ζώντων.

ΝϜ΄ — 56

Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυΐδ εἰς στηλογραφίαν ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον.

2 Ελέησόν με, ὁ Θεός, ἐλέησόν με,

ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου

καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ,

ἕως οὗ παρέλθῃ ἡ ἀνομία.

3 κεκράξομαι πρὸς τὸν Θεὸν τὸν Ὕψιστον,

τὸν Θεὸν τὸν εὐεργετήσαντά με.

4 ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με,

ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με.

(διάψαλμα).

ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ

5        καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων.

ἐκοιμήθην τεταραγμένος·

υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη,

καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.

6 ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός,

καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

7 παγίδα ἡτοίμασαν τοῖς ποσί μου

καὶ κατέκαμψαν τὴν ψυχήν μου·

ὤρυξαν πρὸ προσώπου μου βόθρον

καὶ ἐνέπεσαν εἰς αὐτόν.

(διάψαλμα).

8 ἑτοίμη ἡ καρδία μου, ὁ Θεός,

ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου.

9 ἐξεγέρθητι, ἡ δόξα μου·

ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα·

ἐξεγερθήσομαι ὄρθρου.

10ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε,

ψαλῶ σοι ἐν ἔθνεσι,

11ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου

καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.

12ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός,

καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

ΝΖ΄ — 57

Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυΐδ εἰς στηλογραφίαν.

2 Εἰ αληθως ἄρα δικαιοσύνην λαλεῖτε;

εὐθείας κρίνετε οἱ υἱοὶ τῶν ἀνθρώπων;

3 καὶ γὰρ ἐν καρδίᾳ ἀνομίαν ἐργάζεσθε ἐν τῇ γῇ,

ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν.

4 ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας,

ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψευδῆ.

5 θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως,

ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς,

6 ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾳδόντων,

φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ.*

* Ἅλλαι γρ. φαρμάκου τε φαρμακεουμένου φαρμακοῦ φαρμακευμένου.

7 ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν,

τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος·

8 ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον·

ἐκτενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσουσιν.

9 ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται·

ἔπεσε πῦρ ἐπ᾿ αὐτούς, καὶ οὐκ εἶδον τὸν ἥλιον.

10πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας αὐτῶν

τὴν ῥάμνον, ὡσεὶ ζῶντας, ὡσεὶ ἐν ὀργῇ καταπίεται αὐτούς.

11εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν·

τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ.

12καὶ ἐρεῖ ἄνθρωπος· εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ,

ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ.

ΝΗ΄ — 58

Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυΐδ εἰς στηλογραφίαν, ὁπότε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν.

2 Εξελου με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός,

καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ᾿ ἐμὲ λύτρωσαί με·

3 ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν

καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με.

4 ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου,

ἐπέθεντο ἐπ᾿ ἐμὲ κραταιοί.

οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου, Κύριε·

5         ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα·

ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἴδε.

6 καὶ σύ, Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς τοῦ Ἰσραήλ,

πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη,

μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.

(διάψαλμα).

7 ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσι πόλιν.

8         ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν,

ὅτι τίς ἤκουσε; 9καὶ σύ, Κύριε, ἐκγελάσῃ αὐτούς,

ἐξουδενώσεις πάντα τὰ ἔθνη.

10τὸ κράτος μου, πρὸς σὲ φυλάξω,

ὅτι σύ, ὁ Θεός, ἀντιλήπτωρ μου εἶ.

11ὁ Θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με·

ὁ Θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου.

12μὴ ἀποκτείνῃς αὐτούς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου·

διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου

καὶ κατάγαγε αὐτούς, ὁ ὑπερασπιστής μου, Κύριε.

13ἁμαρτία στόματος αὐτῶν, λόγος χειλέων αὐτῶν,

καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν·

καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται ἐν συντελείᾳ,*

* Ἅλλη γρ. συντέλεια.

14        ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξουσι·

καὶ γνώσονται, ὅτι Θεὸς δεσπόζει τοῦ Ἰακὼβ τῶν περάτων τῆς γῆς.

(διάψαλμα).

15ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσι πόλιν.

16αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν·

ἐὰν δὲ μὴ χορτασθῶσι, καὶ γογγύσουσιν.

17ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου

καὶ ἀγαλλιάσομαι τὸ πρωΐ τὸ ἔλεός σου,

ὅτι ἐγενήθης ἀντιλήπτωρ μου

καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεώς μου.

18βοηθός μου εἶ, σοὶ ψαλῶ, ὅτι σύ, ὁ Θεός,

ἀντιλήπτωρ μου εἶ,

ὁ Θεός μου, τὸ ἔλεός μου.

ΝΘ΄ — 59

Εἰς τὸ τέλος· τοῖς ἀλλοιωθησομένοις ἔτι, εἰς στηλογραφίαν τῷ Δαυΐδ, εἰς διδαχήν, 2ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σοβά, καὶ ἐπέστρεψεν Ἰωάβ, καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδας.

3 Ο Θεός, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς,

ὠργίσθης καὶ οἰκτείρησας ἡμᾶς.

4 συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν·

ἴασαι τὰ συντρίμματα αὐτῆς ὅτι ἐσαλεύθη.

5 ἔδειξας τῷ λαῷ σου σκληρά,

ἐπότισας ἡμᾶς οἶνον κατανύξεως.

6 ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.

(διάψαλμα).

7 ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου,

σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου.

8 ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ·

ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα

καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω.

9 ἐμός ἐστι Γαλαάδ, καὶ ἐμός ἐστι Μανασσῆ,

καὶ Ἐφραὶμ κραταίωσις τῆς κεφαλῆς μου,

Ἰούδας βασιλεύς μου·

10Μωὰβ λέβης τῆς ἐλπίδος μου,

ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου,

ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.

11τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;

ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;

12οὐχὶ σύ, ὁ Θεός, ὁ ἀπωσάμενος ἡμᾶς;

καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν;

13δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως,

καὶ ματαία σωτηρία ἀνθρώπου.

14ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν,

καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.

Ξ΄ — 60

Εἰς τὸ τέλος, ἐν ὕμνοις· τῷ Δαυΐδ.

2 Εἰσάκουσον, ὁ Θεός, τῆς δεήσεώς μου,

πρόσχες τῇ προσευχῇ μου.

3 ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου·

ἐν πέτρᾳ ὕψωσάς με,

ὡδήγησάς με, 4 ὅτι ἐγενήθης ἐλπίς μου,

πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.

5 παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας,

σκεπασθήσομαι ἐν σκέπει τῶν πτερύγων σου.

(διάψαλμα).

6 ὅτι σύ, ὁ Θεός, εἰσήκουσας τῶν εὐχῶν μου,

ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.

7 ἡμέρας ἐφ᾿ ἡμέρας τοῦ βασιλέως προσθήσεις, τὰ ἔτη αὐτοῦ

ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.

8 διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ·

ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει;

9 οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος

τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.

ΞΑ΄ — 61

Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθούν· ψαλμὸς τῷ Δαυΐδ.

2 Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;

παρ᾿ αὐτῷ γὰρ τὸ σωτήριόν μου·

3 καὶ γὰρ αὐτὸς Θεός μου καὶ σωτήρ μου,

καὶ ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.

4 ἕως πότε ἐπιτίθεσθε ἐπ᾿ ἄνθρωπον;

φονεύετε πάντες

ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ.

5 πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι,

ἔδραμον ἐν δίψει,

τῷ στόματι αὐτῶν εὐλόγουν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο.

(διάψαλμα).

6 πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου,

ὅτι παρ᾿ αὐτῷ ἡ ὑπομονή μου.

7 ὅτι αὐτὸς Θεός μου καὶ σωτήρ μου,

ἀντιλήπτωρ μου, οὐ μὴ μεταναστεύσω.

8 ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου·

ὁ Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ Θεῷ.

9 ἐλπίσατε ἐπ᾿ αὐτὸν πᾶσα συναγωγὴ λαοῦ·

ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν,

ὅτι ὁ Θεὸς βοηθὸς ἡμῶν.

(διάψαλμα).

10πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων,

ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι

αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.

11μὴ ἐλπίζετε ἐπ᾿ ἀδικίαν

καὶ ἐπὶ ἁρπάγματα μὴ ἐπιποθεῖτε·

πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.

12ἅπαξ ἐλάλησεν ὁ Θεός, δύο ταῦτα ἤκουσα,

ὅτι τὸ κράτος τοῦ Θεοῦ, 13καὶ σοῦ, Κύριε, τὸ ἔλεος,

ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

ΞΒ΄ — 62

Ψαλμὸς τῷ Δαυΐδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας.

2 Ο Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω·

ἐδίψησέ σε ἡ ψυχή μου,

ποσαπλῶς σοι ἡ σάρξ μου

ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.

3 οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι

τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.

4 ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς·

τὰ χείλη μου ἐπαινέσουσί σε.

5 οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου

καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.

6 ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου,

καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.

7 εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ·

8 ὅτι ἐγενήθης βοηθός μου,

καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.

9 ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου,

ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.

10αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου,

εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς·

11παραδοθήσονται εἰς χεῖρας ῥομφαίας,

μερίδες ἀλωπέκων ἔσονται.

12ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ,

ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ,

ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.

ΞΓ΄ — 63

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.

2 Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ,

ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.

3 ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων,

ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν,

4 οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν,

ἐνέτειναν τόξον αὐτῶν πρᾶγμα πικρὸν

5 τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον,

ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται.

6 ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν,

διηγήσαντο τοῦ κρύψαι παγίδας,

εἶπαν· τίς ὄψεται αὐτούς;

7 ἐξηρεύνησαν ἀνομίαν,

ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσεις.

προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα,

8         καὶ ὑψωθήσεται, ὁ Θεός.

βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν,

9         καὶ ἐξησθένησαν ἐπ᾿ αὐτοὺς * αἱ γλῶσσαι αὐτῶν.

* Ἅλλη γρ. καὶ ἐξουθένησαν αὐτόν.

ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς,

10        καὶ ἐφοβήθη πᾶς ἄνθρωπος.

καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ Θεοῦ

καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν.

11εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾿ αὐτόν,

καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

ΞΔ΄ — 64

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ, ᾠδή· Ἱερεμίου καὶ Ἰεζεκιήλ ἐκ τοῦ λαοῦ τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύεσθαι.

2 Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών,

καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ.

3         εἰσάκουσον προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ ἥξει.

4 λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς,

καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ.

5 μακάριος ὃν ἐξελέξω καὶ προσελάβου·

κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου.

πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου·

ἅγιος ὁ ναός σου, 6θαυμαστὸς ἐν δικαιοσύνῃ.

ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν,

ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς

καὶ τῶν ἐν θαλάσσῃ μακράν,

7 ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ,

περιεζωσμένος ἐν δυναστείᾳ,

8          ὁ συνταράσσων τὸ κῦτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς.

ταραχθήσονται τὰ ἔθνη, 9καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου·

ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις.

10ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν,

ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν·

ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων·

ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία.

11τοὺς αὔλακας αὐτῆς μέθυσον,

πλήθυνον τὰ γεννήματα αὐτῆς,

ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.

12εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου,

καὶ τὰ πεδία σου πλησθήσονται πιότητος·

13πιανθήσεται τὰ ὄρη τῆς ἐρήμου,

καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται.

14ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων,

καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον·

κεκράξονται, καὶ γὰρ ὑμνήσουσι.

ΞΕ΄ — 65

Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ· ἀναστάσεως.

Αλάλαξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ,

2         ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ.

δότε δόξαν αἰνέσει αὐτοῦ.

3 εἴπατε τῷ Θεῷ· ὡς φοβερὰ τὰ ἔργα σου·

ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

4 πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι,

ψαλάτωσαν τῷ ὀνόματί σου.

(διάψαλμα).

5 δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ·

φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων,

6 ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν,

ἐν ποταμῷ διελεύσονται ποδί.

ἐκεῖ ̀µὐφρανθησόμεθα ἐπ᾿ αὐτῷ,

7         τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος.

οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν,

οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.

(διάψαλμα).

8 εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν

καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ,

9 τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν,

καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.

10ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον·

11εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα,

ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.

12ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν,

διήλθομεν διὰ πυρὸς καὶ ὕδατος,

καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

13εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν,

ἀποδώσω σοι τὰς εὐχάς μου, 14ἃς διέστειλε τὰ χείλη μου

καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου·

15ὁλοκαυτώματα μεμυελωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν,

ἀνοίσω σοι βόας μετὰ χιμάρων.

(διάψαλμα).

16δεῦτε ἀκούσατε, καὶ διηγήσομαι, πάντες οἱ φοβούμενοι τὸν Θεόν,

ὅσα ἐποίησε τῇ ψυχῇ μου.

17πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα

καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου.

18ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου Κύριος.

19διὰ τοῦτο εἰσήκουσέ μου ὁ Θεός,

προσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου.

20εὐλογητὸς ὁ Θεός, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ᾿ ἐμοῦ.

ΞϜ΄ — 66

Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς ᾠδῆς τῷ Δαυΐδ.

2 Ο Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς,

ἐπιφάναι τὸ πρόσωπον αὑτοῦ ἐφ᾿ ἡμᾶς.

(διάψαλμα).

3 τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου,

ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

4 ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός,

ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

5 εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη,

ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι

καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις.

(διάψαλμα).

6 ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός,

ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

7 γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς·

εὐλογήσαι ἡμᾶς ὁ Θεός, ὁ Θεὸς ἡμῶν. 8εὐλογήσαι ἡμᾶς ὁ Θεός,

καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

ΞΖ΄ — 67

Εἰς τὸ τέλος· ᾠδῆς ψαλμὸς τῷ Δαυΐδ.

2 Αναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ,

καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

3 ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν·

ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός,

οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ.

4          καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν,

ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ,

τερφθήτωσαν ἐν εὐφροσύνῃ.

5 ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ·

ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ,

καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ.

6 ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ,

τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν·

ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.

7 ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ

ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ,

ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις.

8 ὁ Θεός, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου,

ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ.

(διάψαλμα).

9 γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ,

ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰσραήλ.

10βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεός, τῇ κληρονομίᾳ σου,

καὶ ἠσθένησε, σὺ δὲ κατηρτίσω αὐτήν.

11τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ·

ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ,

ὁ Θεός. 12Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ,

13ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ,

τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα.

14ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων,

πτέρυγες περιστερᾶς περιηργυρωμέναι,

καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου.

15ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ᾿ αὐτῆς,

χιονωθήσονται ἐν Σελμών.

16ὄρος τοῦ Θεοῦ, ὄρος πῖον,

ὄρος τετυρωμένον, ὄρος πῖον.

17ἱνατί ὑπολαμβάνετε, ὄρη τετυρωμένα,

τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ;

καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.

18τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον,

χιλιάδες εὐθηνούντων·

Κύριος ἐν αὐτοῖς ἐν Σινᾷ ἦν, ἐν τῷ ἁγίῳ.

19ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν,

ἔλαβες δόματα ἐν ἀνθρώποις,

καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι.

20Κύριος ὁ Θεὸς εὐλογητός,

εὐλογητὸς Κύριος ἡμέραν καθ᾿ ἡμέραν·

κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν.

(διάψαλμα).

21ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν,

καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου.

22πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ,

κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν.

23εἶπε Κύριος· ἐκ Βασὰν ἐπιστρέψω,

ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης.

24ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι,

ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ᾿ αὐτοῦ.

25ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός,

αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ.

26προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων

ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.

27ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν,

Κύριον ἐκ πηγῶν Ἰσραήλ.

28ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει,

ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν,

ἄρχοντες Ζαβουλών,

ἄρχοντες Νεφθαλείμ.

29ἔντειλαι, ὁ Θεός, τῇ δυνάμει σου,

δυνάμωσον, ὁ Θεός, τοῦτο, ὃ κατειργάσω ἐν ἡμῖν.

30ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἱερουσαλὴμ

σοὶ οἴσουσι βασιλεῖς δῶρα.

31ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου·

ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν

τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ·

διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.

32ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου,

Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.

33αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ.

(διάψαλμα).

34ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς·

ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.

35δότε δόξαν τῷ Θεῷ·

ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ,

καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.

36θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ·

ὁ Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ.

εὐλογητὸς ὁ Θεός.

ΞΗ΄ — 68

Εἰς τὸ τέλος· ὑπὲρ τῶν ἀλλοιωθησομένων· τῷ Δαυΐδ.

2 Σῶσόν με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.

3         ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις·

ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέ με.

4 ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου,

ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου.

5 ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν,

ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως·

ἃ οὐχ ἥρπαζον, τότε ἀπετίννυον.

6 ὁ Θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου

καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν.

7 μὴ αἰσχυνθείησαν ἐπ᾿ ἐμὲ οἱ ὑπομένοντές σε, Κύριε, Κύριε τῶν δυνάμεων,

μὴ ἐντραπείησαν ἐπ᾿ ἐμὲ οἱ ζητοῦντές σε, ὁ Θεὸς τοῦ Ἰσραήλ,

8 ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.

9 ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου

καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου,

10ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με,

καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ.

11καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου,

καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί·

12καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον,

καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.

13κατ᾿ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις,

καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον.

14ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, Κύριε·

καιρὸς εὐδοκίας, ὁ Θεός,

ἐν τῷ πλήθει τοῦ ἐλέους σου·

ἐπάκουσόν μου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου.

15σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ·

ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων.

16μή με καταποντισάτω καταιγὶς ὕδατος,

μηδὲ καταπιέτω με βυθός,

μηδὲ συσχέτω ἐπ᾿ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ.

17εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου·

κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ᾿ ἐμέ.

18        μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου,

ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου.

19πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήν,

ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με.

20σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου

καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου·

ἐναντίον σου πάντες οἱ θλίβοντές με.

21ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν,

καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε,

καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον.

22καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν

καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.

23γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα

καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον.

24σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,

καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον.

25ἔκχεον ἐπ᾿ αὐτοὺς τὴν ὀργήν σου,

καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.

26γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη,

καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·

27ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν,

καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.

28πρόσθες ἀνομίαν ἐπὶ τῇ ἀνομίᾳ αὐτῶν,

καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου·

29ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων

καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.

30πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ·

ἡ σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου.

31αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ᾿ ᾠδῆς,

μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει,

32καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς.

33ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν·

ἐκζητήσατε τὸν Θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν,

34ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος

καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν.

35αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ,

θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ.

36ὅτι ὁ Θεὸς σώσει τὴν Σιών,

καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας,

καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτήν·

37καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν,

καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ.

ΞΘ΄ — 69

Εἰς τὸ τέλος· τῷ Δαυΐδ εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί με Κύριον.

2 Ο Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες·

Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.

3         αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου·

ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μου κακά·

4         ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε εὖγε.

5 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός,

καὶ λεγέτωσαν διαπαντός· μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.

6 ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεός, βοήθησόν μοι.

βοηθός μου καὶ ῥύστης μου εἶ σύ· Κύριε, μὴ χρονίσῃς.

Ο΄ — 70

Τῷ Δαυΐδ· υἱῶν Ἰωναδὰβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων.

Επὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.

2         ἐν τῇ δικαιοσύνῃ σου ὔρῦσαί με καὶ ἐξελοῦ με,

κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με.

3 γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν

καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με,

ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ.

4 ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ,

ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος·

5 ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε·

Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου,

6 ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός,

ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής·

ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός.

7 ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς,

καὶ σὺ βοηθὸς κραταιός.

8 πληρωθήτω τὸ στόμα μου αἰνέσεως,

ὅπως ὑμνήσω τὴν δόξαν σου,

ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.

9 μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρως,

ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.

10ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ

καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου

ἐβουλεύσαντο ἐπὶ τὸ αὐτό 11λέγοντες· ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν·

καταδιώξατε καὶ καταλάβετε αὐτόν,

ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος.

12ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ᾿ ἐμοῦ·

ὁ Θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες.

13        αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου,

περιβαλλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.

14ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ ἐπὶ σὲ

καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.

15τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου,

ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου,

ὅτι οὐκ ἔγνων γραμματείας. *

* Ἅλλη γρ. πραγματείας

16εἰσελεύσομαι ἐν δυναστείᾳ Κυρίου·

Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σοῦ μόνου.

17ὁ Θεός, ἃ ἐδίδαξάς με ἐκ νεότητός μου,

καὶ μέχρι τοῦ νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου.

18καὶ ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός, μὴ ἐγκαταλίπῃς με,

ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐπερχομένῃ,

19τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου.

ὁ Θεός, ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα·

ὁ Θεός, τίς ὅμοιός σοι;

20        ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς,

καὶ ἐπιστρέψας ἐζωοποίησάς με,

καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με. 21ἐπλεόνασας ἐπ᾿ ἐμὲ τὴν μεγαλωσύνην σου

καὶ ἐπιστρέψας παρεκάλεσάς με

καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.

22καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου,

ὁ Θεός· ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ.

23ἀγαλλιάσονται τὰ χείλη μου, ὅταν ψάλω σοι,

καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω.

24ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου,

ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.

ΟΑ΄ — 71

Εἰς Σαλωμών.

Ο Θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς

καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως

2         κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει.

3 ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ σου καὶ οἱ βουνοὶ trv δικαιοσύνην.

trv - Non-ecclesial editions insert here the word ἐν — the Swete edition shows ἐν δικαιοσύνην κρινεῖ as the beginning of the next stanza.

4 κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ

καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων

καὶ ταπεινώσει συκοφάντην

5 καὶ συμπαραμενεῖ τῷ ἡλίῳ

καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν.

6 καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον

καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.

7 ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη

καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη.

8 καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης

καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.

9 ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες,

καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι.

10βασιλεῖς Θαρσὶς καὶ νῆσοι δῶρα προσοίσουσι,

βασιλεῖς Ἀράβων καὶ Σαβᾶ δῶρα προσάξουσι.

11καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς,

πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.

12ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου

καὶ πένητα, ᾧ οὐχ ὑπῆρχε βοηθός.

13φείσεται πτωχοῦ καὶ πένητος

καὶ ψυχὰς πενήτων σώσει.

14ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν,

καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτῶν.

15καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας,

καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός,

ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν.

16ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ᾿ ἄκρων τῶν ὀρέων·

ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ,

καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.

17ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας,

πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ·

καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς,

πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.

18εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος,

19        καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,

καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. γένοιτο, γένοιτο.

 

20Ἐξέλιπον οἱ ὕμνοι Δαυΐδ τοῦ υἱοῦ Ἰεσσαί.

ΟΒ΄ — 72

Ψαλμὸς τῷ Ἀσάφ.

Ως ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ.

2 ἐμοῦ δὲ παραμικρὸν ἐσαλεύθησαν οἱ πόδες,

παρ᾿ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου.

3 ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν,

4         ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν

καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν·

5 ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ

καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται.

6 διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία,

περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν.

7 ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν,

διῆλθον εἰς διάθεσιν καρδίας·

8 διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ,

ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν·

9 ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν,

καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς.

10διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα,

καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς.

11καὶ εἶπαν· πῶς ἔγνω ὁ Θεός;

καὶ εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ;

12ἰδοὺ οὗτοι οἱ ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες·

εἰς τὸν αἰῶνα κατέσχον πλούτου.

13καὶ εἶπα· ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου

καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου·

14καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν,

καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας.

15εἰ ἔλεγον· διηγήσομαι οὕτως,

ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα.

16καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο·

κόπος ἐστὶν ἐνώπιόν μου,

17ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ

καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν.

18πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά,

κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι.

19        πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα·

ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν.

20ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου,

Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.

21ὅτι ἐξεκαύθη * ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν,

* Ἅλλη γρ. ηὐφράνθη.

22κἀγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων,

κτηνώδης ἐγενόμην παρά σοι.

23κἀγὼ διαπαντὸς μετὰ σοῦ,

ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου

24καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με

καὶ μετὰ δόξης προσελάβου με.

25τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ,

καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς;

26ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ὁ Θεὸς τῆς καρδίας μου

καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα.

27ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται,

ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.

28ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι,

τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου

τοῦ ἐξαγγεῖλαί με πάσας τὰς αἰνέσεις σου

ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.

ΟΓ΄ — 73

Συνέσεως τῷ Ἀσάφ.

Ινατί ἀπώσω, ὁ Θεός, εἰς τέλος;

ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;

2 μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς·

ἐλυτρώσω ῥάβδον κληρονομίας σου,

ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ.

3 ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος,

ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου.

4 καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου,

ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν.

5         ὡς εἰς τὴν ἔξοδον ὑπεράνω,

6 ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς

ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν.

7 ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου,

εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.

8 εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό·

δεῦτε καὶ καταπαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς.

9 τὰ σημεῖα αὐτῶν οὐκ εἴδομεν,

οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.

10ἕως πότε, ὁ Θεός, ὀνειδιεῖ ὁ ἐχθρός,

παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;

11ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου

καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;

12ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων,

εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

13σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν,

σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος.

14σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος,

ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι.

15σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους,

σὺ ἐξήρανας ποταμοὺς Ἠθάμ.

16σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ,

σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον.

17σὺ ἐποίησας πάντα τὰ ὡραῖα * τῆς γῆς·

* Ἅλλη γρ. τὰ ὅρια τῆς γῆς·

θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά. 18μνήσθητι ταύτης·

ἐχθρὸς ὠνείδισε τὸν Κύριον,

καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου.

19μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι,

τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος.

20ἐπίβλεψον εἰς τὴν διαθήκην σου,

ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν.

21μὴ ἀποστραφήτω τεταπεινωμένος καὶ κατῃσχυμένος·

πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου.

22ἀνάστα, ὁ Θεός, δίκασον τὴν δίκην σου·

μνήσθητι τοῦ ὀνειδισμοῦ σου τοῦ ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν.

23μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου·

ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντός.

ΟΔ΄ — 74

Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· ψαλμὸς ᾠδῆς τῷ Ἀσάφ.

2 Εξομολογησόμεθά σοι, ὁ Θεός,

ἐξομολογησόμεθά σοι καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου.

3 διηγήσομαι πάντα τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν·

ἐγὼ εὐθύτητας κρινῶ.

4 ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ,

ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς.

(διάψαλμα).

5 εἶπα τοῖς παρανομοῦσι· μὴ παρανομεῖτε,

καὶ τοῖς ἁμαρτάνουσι· μὴ ὑψοῦτε κέρας,

6 μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν

καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν.

7 ὅτι οὔτε ἐξ ἐξόδων οὔτε ἀπὸ δυσμῶν

οὔτε ἀπὸ ἐρήμων ὀρέων, 8ὅτι ὁ Θεὸς κριτής ἐστι,

τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ.

9 ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος.

καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη,

πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς·

10 ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα,

ψαλῶ τῷ Θεῷ Ἰακώβ·

καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω,

καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.

ΟΕ΄ — 75

Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Ἀσάφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον.

2 Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός,

ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.

3 καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ,

καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών·

4 ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων,

ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον.

(διάψαλμα).

5 φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων·

6 ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ,

ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν

πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν.

7 ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακώβ,

ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις.

8 σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι;

ἀπὸ τότε ἡ ὀργή σου. *

* Ἅλλη γρ. ἀπὸ τῆς ὀργῆς σου.

9 ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν,

γῆ ἐφοβήθη καὶ ἡσύχασεν 10ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν

τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς.

(διάψαλμα).

11 ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι,

καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.

12 εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν·

πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα

13 τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων,

φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.

ΟϜ΄ — 76

Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθούν· ψαλμὸς τῷ Ἀσάφ.

2 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,

φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι.

3 ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα,

ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην·

ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου.

4 ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην·

ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου.

(διάψαλμα).

5 προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου,

ἐταράχθην καὶ οὐκ ἐλάλησα.

6 διελογισάμην ἡμέρας ἀρχαίας,

καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα·

7         νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά μου.

8 μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος

καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι;

9 ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει; συνετέλεσε ῥῆμα ἀπὸ γενεᾶς εἰς γενεάν;

10        μὴ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεός;

ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ;

(διάψαλμα).

11καὶ εἶπα· νῦν ἠρξάμην,

αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.

12ἐμνήσθην τῶν ἔργων Κυρίου,

ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου

13καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου

καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω.

14ὁ Θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου·

τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν;

15σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια,

ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου·

16ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου,

τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ.

(διάψαλμα).

17εἴδοσάν σε ὕδατα, ὁ Θεός,

εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν,

ἐταράχθησαν ἄβυσσοι, 18πλῆθος ἤχους ὑδάτων,

φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται·

19       φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ,

ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ,

ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ.

20ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σου,

καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς,

καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.

21ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών.

ΟΖ΄ — 77

Συνέσεως τῷ Ἀσάφ.

Προσέχετε, λαός μου, τῷ νόμῳ μου,

κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου·

2 ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου,

φθέγξομαι προβλήματα ἀπ᾿ ἀρχῆς.

3 ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ

καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν,

4 οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν,

ἀπαγγέλλοντες τὰς αἰνέσεις Κυρίου

καὶ τὰς δυναστείας αὐτοῦ

καὶ τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησε.

5 καὶ ἀνέστησε μαρτύριον ἐν Ἰακὼβ

καὶ νόμον ἔθετο ἐν Ἰσραήλ,

ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν

τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν,

6 ὅπως ἂν γνῷ γενεὰ ἑτέρα,

υἱοὶ οἱ τεχθησόμενοι,

καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν·

7 ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα αὐτῶν

καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ

καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσιν·

8 ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν,

γενεὰ σκολιὰ καὶ παραπικραίνουσα,

γενεά, ἥτις οὐ κατηύθυνε τὴν καρδίαν ἑαυτῆς

καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς.

9 υἱοὶ Ἐφραὶμ ἐντείνοντες καὶ βάλλοντες τόξοις

ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου.

10οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ

καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἠβουλήθησαν πορεύεσθαι.

11καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ

καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς,

12ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησε θαυμάσια

ἐν γῇ Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως.

13διέῤῥηξε θάλασσαν καὶ διήγαγεν αὐτούς,

παρέστησεν ὕδατα ὡσεὶ ἀσκὸν

14καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας

καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός.

15διέῤῥηξε πέτραν ἐν ἐρήμῳ

καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ

16καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας

καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα.

17καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ,

παρεπίκραναν τὸν Ὕψιστον ἐν ἀνύδρῳ

18καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν ταῖς καρδίαις αὐτῶν,

τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν

19καὶ κατελάλησαν τοῦ Θεοῦ

καὶ εἶπαν· μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ;

20ἐπεὶ ἐπάταξε πέτραν καὶ ἐῤῥύησαν ὕδατα

καὶ χείμαῤῥοι κατεκλύσθησαν,

μὴ καὶ ἄρτον δύναται δοῦναι

ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ;

21διὰ τοῦτο ἤκουσε Κύριος καὶ ἀνεβάλετο,

καὶ πῦρ ἀνήφθη ἐν Ἰακώβ,

καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ,

22ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ

οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ.

23καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν

καὶ θύρας οὐρανοῦ ἀνέῳξε

24καὶ ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν

καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς·

25ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος,

ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν.

26ἀπῇρε Νότον ἐξ οὐρανοῦ

καὶ ἐπήγαγεν ἐν τῇ δυνάμει αὐτοῦ Λίβα

27καὶ ἔβρεξεν ἐπ᾿ αὐτοὺς ὡσεὶ χοῦν σάρκας

καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά,

28καὶ ἐπέπεσον ἐν μέσῳ παρεμβολῆς αὐτῶν

κύκλῳ τῶν σκηνωμάτων αὐτῶν,

29καὶ ἔφαγον καὶ ἐνεπλήσθησαν σφόδρα,

καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς,

30οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν.

ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν,

31καὶ ἡ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ᾿ αὐτούς,

καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν,

καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν.

32ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι

καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ,

33καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν

καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς.

34ὅταν ἀπέκτειναν αὐτούς, τότε ἐξεζήτουν αὐτὸν

καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεὸν

35καὶ ἐμνήσθησαν ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι

καὶ ὁ Θεὸς ὁ Ὕψιστος λυτρωτὴς αὐτῶν ἐστι.

36καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν

καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ,

37ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ᾿ αὐτοῦ,

οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.

38αὐτὸς δέ ἐστιν οἰκτίρμων

καὶ ἱλάσκεται ταῖς ἁμαρτίαις αὐτῶν

καὶ οὐ διαφθερεῖ

καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ

καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ.

39καὶ ἐμνήσθη ὅτι σάρξ εἰσι,

πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον.

40ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ,

παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ;

41καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν Θεὸν

καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν.

42καὶ οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ,

ἡμέρας, ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος,

43ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ

καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως.

44καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν

καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν·

45ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέφαγεν αὐτούς,

καὶ βάτραχον, καὶ διέφθειρεν αὐτούς·

46καὶ ἔδωκε τῇ ἐρυσίβῃ τοὺς καρποὺς αὐτῶν

καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι·

47ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν

καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ·

48καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν

καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί·

49ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ,

θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν,

ἀποστολὴν δι᾿ ἀγγέλων πονηρῶν.

50ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ

καὶ οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν

καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισε

51καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ,

ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ,

52καὶ ἀπῇρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ

καὶ ἀνήγαγεν αὐτοὺς ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ

53καὶ ὡδήγησεν αὐτοὺς ἐπ᾿ ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν,

καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψε θάλασσα.

54καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ,

ὄρος τοῦτο, ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ,

55καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη

καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας

καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ.

56καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν Ὕψιστον

καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο

57καὶ ἀπέστρεψαν καὶ ἠθέτησαν, καθὼς καὶ οἱ πατέρες αὐτῶν,

μετεστράφησαν εἰς τόξον στρεβλὸν

58καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν,

καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν.

59ἤκουσεν ὁ Θεὸς καὶ ὑπερεῖδε

καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ.

60καὶ ἀπώσατο τὴν σκηνὴν Σιλώμ,

σκήνωμα, ὃ κατεσκήνωσεν ἐν ἀνθρώποις.

61καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν

καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρα ἐχθρῶν

62καὶ συνέκλεισεν ἐν ῥομφαίᾳ τὸν λαὸν αὐτοῦ

καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδε.

63τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ,

καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν·

64οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσον,

καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυθήσονται.

65καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος,

ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου,

66καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω,

ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς.

67καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ

καὶ τὴν φυλὴν Ἐφραὶμ οὐκ ἐξελέξατο·

68καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα,

τὸ ὄρος τὸ Σιών, ὃ ἠγάπησε,

69καὶ ᾠκοδόμησεν ὡς μονοκέρωτος τὸ ἁγίασμα αὐτοῦ,

ἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.

70καὶ ἐξελέξατο Δαυΐδ τὸν δοῦλον αὐτοῦ

καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων,

71ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτόν

ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ

καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὐτοῦ

72καὶ ἐποίμανεν αὐτοὺς ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὐτοῦ,

καὶ ἐν τῇ συνέσει τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς.

ΟΗ΄ — 78

Ψαλμὸς τῷ Ἀσάφ.

Ο Θεός, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου,

ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου,

ἔθεντο Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον.

2 ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ,

τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς·

3         ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡσεὶ ὕδωρ κύκλῳ Ἱερουσαλήμ, καὶ οὐκ ἦν ὁ θάπτων.

4 ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν,

μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν.

5 ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος,

ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;

6 ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε

καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο,

7         ὅτι κατέφαγον τὸν Ἰακώβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν.

8 μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων·

ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε,

ὅτι ἐπτωχεύσαμεν σφόδρα.

9 βοήθησον ἡμῖν, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν·

ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς

καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκα τοῦ ὀνόματός σου,

10μή ποτε εἴπωσι τὰ ἔθνη· ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν;

καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν

ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου.

11εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων,

κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου

περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων.

12ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν

τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε.

13ἡμεῖς δὲ λαός σου καὶ πρόβατα νομῆς σου

ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα,

εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου.

ΟΘ΄ — 79

Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· μαρτύριον τῷ Ἀσάφ, ψαλμὸς ὑπὲρ τοῦ Ἀσσυρίου.

2 Ο ποιμαίνων τὸν Ἰσραήλ, πρόσχες,

ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ἰωσήφ.

ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ἐμφάνηθι.

3         ἐναντίον Ἐφραὶμ καὶ Βενιαμὶν καὶ Μανασσῆ

ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.

4 ὁ Θεός, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα.

5 Κύριε ὁ Θεὸς τῶν δυνάμεων,

ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σου;

6 ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων;

καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ;

7 ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν,

καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς.

8 Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς

καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.

(διάψαλμα).

9 ἄμπελον ἐξ Αἰγύπτου μετῇρας,

ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν·

10ὡδοποίησας ἔμπροσθεν αὐτῆς

καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήρωσε τὴν γῆν.

11ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς

καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ·

12ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης

καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς.

13ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς

καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;

14ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ,

καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.

15ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δή,

καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε

καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην

16καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου,

καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ.

17ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη·

ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται.

18γενηθήτω ἡ χείρ σου ἐπ᾿ ἄνδρα δεξιᾶς σου

καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ·

19καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ,

ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα.

20Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς

καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.

Π΄ — 80

Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Ἀσάφ.

2 Αγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν,

ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ·

3 λάβετε ψαλμὸν καὶ δότε τύμπανον,

ψαλτήριον τερπνὸν μετὰ κιθάρας·

4 σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι,

ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν·

5 ὅτι πρόσταγμα τῷ Ἰσραήλ ἐστι

καὶ κρῖμα τῷ Θεῷ Ἰακώβ.

6 μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτὸν

ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου·

γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν·

7         ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ,

αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν.

8 ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐῤῥυσάμην σε·

ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος,

ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας.

(διάψαλμα).

9 ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σοι, Ἰσραήλ,

ἐὰν ἀκούσῃς μου, 10οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος,

οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ·

11ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου

ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου·

πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.

12καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου,

καὶ Ἰσραὴλ οὐ προσέσχε μοι·

13καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν,

πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.

14εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ

ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη,

15ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα

καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου.

16οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ,

καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.

17καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ

καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.

ΠΑ΄ — 81

Ψαλμὸς τῷ Ἀσάφ.

Ο Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν,

ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ.

2 ἕως πότε κρίνετε ἀδικίαν

καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;

(διάψαλμα).

3 κρίνατε ὀρφανῷ καὶ πτωχῷ,

ταπεινὸν καὶ πένητα δικαιώσατε·

4 ἐξέλεσθε πένητα καὶ πτωχόν,

ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε αὐτόν.

5 οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν,

ἐν σκότει διαπορεύονται·

σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς.

6 ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες·

7         ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε

καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.

8 ἀνάστα, ὁ Θεός, κρίνων τὴν γῆν,

ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.

ΠΒ΄ — 82

ᾨδὴ ψαλμοῦ τῷ Ἀσάφ.

2 Ο Θεός, τίς ὁμοιωθήσεταί σοι;

μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς, ὁ Θεός·

3 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν,

καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν,

4 ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην

καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου·

5 εἶπαν· δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους,

καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι.

6 ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό,

κατὰ σοῦ διαθήκην διέθεντο

7 τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται,

Μωὰβ καὶ οἱ Ἀγαρηνοί,

8 Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ

καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον.

9 καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ᾿ αὐτῶν,

ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ.

(διάψαλμα).

10ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ,

ὡς τῷ Ἰαβεὶμ ἐν τῷ χειμάῤῥῳ Κεισών·

11ἐξωλοθρεύθησαν ἐν Ἀενδώρ,

ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ.

12θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανὰ πάντας τοὺς ἄρχοντας αὐτῶν,

13        οἵτινες εἶπαν· Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ.

14ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν,

ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου·

15ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν,

ὡσεὶ φλόξ, ἣ κατακαύσει ὄρη,

16οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου,

καὶ ἐν τῇ ὀργῇ σου συνταράξεις αὐτούς.

17πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας,

καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε.

18αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος

καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν

19καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος·

σὺ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.

ΠΓ΄ — 83

Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· τοῖς υἱοῖς Κορὲ ψαλμός.

2 Ως ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων.

3         ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου,

ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα.

4 καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν

καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς,

τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου.

5 μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου,

εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε.

(διάψαλμα).

6 μακάριος ἀνήρ, ᾧ ἐστιν ἡ ἀντίληψις αὐτοῦ παρὰ σοί·

ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο

7         εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον, ὃν ἔθετο·

καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν.

8         πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν,

ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.

9 Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου,

ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ.

(διάψαλμα).

10ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεός,

καὶ ἐπίβλεψον ̀µἰς τὸ πρόσωπον τοῦ χριστοῦ σου.

11ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας·

ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.

12ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός,

χάριν καὶ δόξαν δώσει·

Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ.

13Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.

ΠΔ΄ — 84

Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορὲ ψαλμός.

2 Εὐδόοκησασ, Κύριε, τὴν γῆν σου,

ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ·

3 ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου,

ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.

(διάψαλμα).

4 κατέπαυσας πᾶσαν τὴν ὀργήν σου,

ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου.

5 ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν,

καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ᾿ ἡμῶν.

6 μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν;

ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν;

7 ὁ Θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς,

καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί.

8 δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου

καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.

9 ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός,

ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ

καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ᾿ αὐτόν.

10πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ

τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.

11ἔλεος καὶ ἀλήθεια συνήντησαν,

δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν·

12ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε,

καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε.

13καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα,

καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς·

14δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται

καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.

ΠΕ΄ — 85

Προσευχὴ τῷ Δαυΐδ.

Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου,

ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.

2 φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι·

σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ.

3 ἐλέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν.

4 εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου,

ὅτι πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου.

5 ὅτι σύ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς

καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.

6 ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου

καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.

7 ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι ἐπήκουσάς μου.

8 οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε,

καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου.

9 πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι

καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε,

καὶ δοξάσουσι τὸ ὄνομά σου.

10ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια,

σὺ εἶ Θεὸς μόνος.

11ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου,

καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου·

εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.

12ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου,

καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα.

13ὅτι τὸ ἔλεός σου μέγα ἐπ᾿ ἐμὲ

καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.

14ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπ᾿ ἐμέ,

καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου

καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν.

15καὶ σύ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων,

μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός.

16ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με,

δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.

17ποίησον μετ᾿ ἐμοῦ σημεῖον εἰς ἀγαθόν,

καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν,

ὅτι σύ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.

ΠϜ΄ — 86

Τοῖς υἱοῖς Κορὲ ψαλμὸς ᾠδῆς.

Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις·

2         ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.

3 δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.

(διάψαλμα).

4 μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με·

καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς τῶν Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ.

5 μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος,

καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ,

καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος.

6 Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ.

(διάψαλμα).

7 ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.

ΠΖ΄ — 87

ᾨδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορέ· εἰς τὸ τέλος, ὑπὲρ μαελὲθ τοῦ ἀποκριθῆναι· συνέσεως Αἰμὰν τῷ Ἰσραηλίτῃ.

2 Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου,

ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·

3 εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου,

κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.

4 ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου,

καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε·

5 προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον,

ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος,

6 ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι

καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.

7 ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ,

ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.

8 ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου,

καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ.

(διάψαλμα).

9 ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ,

ἔθεντό με βδέλυγμα ἑαυτοῖς,

παρεδόθην καὶ οὐκ ἐξεπορευόμην.

10οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας·

ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν,

διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου·

11μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια;

ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι;

12μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου

καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;

13μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου

καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;

14κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα,

καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε.

15ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου,

ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ;

16πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου,

ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.

17ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου,

οἱ φοβερισμοί σου ἐξετάραξάν με,

18ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν,

περιέσχον με ἅμα.

19ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον

καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.

ΠΗ΄ — 88

Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ.

2 Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι,

εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου,

3 ὅτι εἶπας· εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται·

ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου·

4 διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου,

ὤμοσα Δαυΐδ τῷ δούλῳ μου·

5 ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου

καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.

(διάψαλμα).

6 ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε,

καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.

7 ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ;

καὶ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;

8 ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων,

μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.

9 Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι;

δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου.

10σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης,

τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις.

11σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον,

ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου.

12σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ·

τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας.

13τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας,

Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

14σὸς ὁ βραχίων μετὰ δυναστείας·

κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου.

15δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου,

ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου.

16μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν·

Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται

17καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν

καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται.

18ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ,

καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.

19ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις

καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν.

20τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου

καὶ εἶπας· ἐθέμην βοήθειαν ἐπὶ δυνατόν,

ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου·

21εὗρον Δαυΐδ τὸν δοῦλόν μου,

ἐν ἐλέει ἁγίῳ μου ἔχρισα αὐτόν.

22ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ

καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν·

23οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ,

καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν.

24καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ

τοὺς ἐχθροὺς αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι.

25καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ᾿ αὐτοῦ,

καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ.

26καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ

καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ.

27αὐτὸς ἐπικαλέσεταί με· πατήρ μου εἶ σύ,

Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου·

28κἀγὼ πρωτότοκον θήσομαι αὐτόν,

ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.

29εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου,

καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ·

30καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ

καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.

31ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου

καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν,

32ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι

καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν,

33ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν

καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν·

34τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ᾿ αὐτῶν,

οὐδ᾿ οὐ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου,

35οὐδ᾿ οὐ μὴ βεβηλώσω τὴν διαθήκην μου

καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω.

36ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυΐδ ψεύσομαι·

37        τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ

καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου

38        καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα·

καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.

(διάψαλμα).

39σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας,

ἀνεβάλου τὸν χριστόν σου·

40κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου,

ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ.

41καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ,

ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν·

42διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν,

ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ.

43ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτόν,

εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ.

44ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ

καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ.

45κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ,

τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας.

46ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ,

κατέχεας αὐτοῦ αἰσχύνην.

(διάψαλμα).

47ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος,

ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου;

48μνήσθητι τίς μου ἡ ὑπόστασις·

μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων;

49τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον;

ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου;

(διάψαλμα).

50ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε,

ἃ ὤμοσας τῷ Δαυΐδ ἐν τῇ ἀληθείᾳ σου;

51μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου,

οὗ ὑπέσχον ἐν τῷ κόλπῳ πολλῶν ἐθνῶν,

52οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε,

οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου.

 

53εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο.

ΠΘ΄ — 89

Προσευχὴ τοῦ Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ.

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ·

2         πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην,

καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ.

3 μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν·

καὶ εἶπας· ἐπιστρέψατε υἱοὶ τῶν ἀνθρώπων.

4         ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί.

5 τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται.

τὸ πρωΐ ὡσεὶ χλόη παρέλθοι,

6 τὸ πρωΐ ἀνθήσαι καὶ παρέλθοι,

τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη.

7 ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου

καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.

8 ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου·

αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.

9 ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον,

καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν·

τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων.

10αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη,

ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη,

καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος·

ὅτι ἐπῆλθε πρᾳότης ἐφ᾿ ἡμᾶς, καὶ παιδευθησόμεθα.

11τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου

καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι; 12τὴν δεξιάν σου οὕτω γνώρισόν

μοι καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ.

13ἐπίστρεψον, Κύριε· ἕως πότε;

καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου.

14ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε,

καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν

ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν

15ἀνθ᾿ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς,

ἐτῶν, ὧν εἴδομεν κακά.

16καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου

καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν,

17καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ᾿ ἡμᾶς,

καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ᾿ ἡμᾶς

καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. *

* Τὸ 17 γ παραλείπεται πολλαχοῡ.

Ϟ΄ — 90

Αἶνος ᾠδῆς τῷ Δαυΐδ.

Ο κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου,

ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.

2 ἐρεῖ τῷ Κυρίῳ· ἀντιλήπτωρ μου εἶ

καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾿ αὐτόν,

3 ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν

καὶ ἀπὸ λόγου ταραχώδους.

4 ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι,

καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς·

ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.

5 οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ,

ἀπὸ βέλε ἡ ἀλήθμένου ἡμέρας,

6 ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου,

ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.

7 πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς

καὶ μυριὰς ἐκ δεξιῶν σου,

πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ·

8 πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις

καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.

9 ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου·

τὸν Ὕψιστον ἔθου καταφυγήν σου.

10οὐ προσελεύσεται πρὸς σὲ κακά,

καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου.

11ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ

τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου·

12ἐπὶ χειρῶν ἀροῦσί σε,

μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου·

13ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ

καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.

14ὅτι ἐπ᾿ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν·

σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου.

15κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ,

μετ᾿ αὐτοῦ εἰμι ἐν θλίψει·

ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν.

16μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν

καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.

ϞΑ΄ — 91

Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ σαββάτου.

2 Αγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε,

3         τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα

4         ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ᾿ ᾠδῆς ἐν κιθάρᾳ.

5 ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου,

καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι.

6 ὡς ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε·

σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου.

7 ἀνὴρ ἄφρων οὐ γνώσεται,

καὶ ἀσύνετος οὐ συνήσει ταῦτα.

8 ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,

ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

9 σὺ δὲ Ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε·

10ὅτι ἰδοὺ οἱ ἐχθροί σου, Κύριε, ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται,

καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,

11καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου

καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι·

12καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου,

καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ᾿ ἐμὲ πονηρευομένοις ἀκούσατε τὸ οὖς μου.

13δίκαιος ὡς φοῖνιξ ἀνθήσει,

ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

14πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου,

ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν·

15ἔτι πληθυνθήσονται ἐν γήρει πίονι

καὶ εὐπαθοῦντες ἔσονται

τοῦ ἀναγγεῖλαι 16ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν

καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

ϞΒ΄ — 92

Εἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατῴκισται ἡ γῆ· αἶνος ᾠδῆς τῷ Δαυΐδ.

Ο Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο,

ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο·

καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

2 ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε,

ἀπὸ τοῦ αἰῶνος σὺ εἶ.

3 ἐπῆραν οἱ ποταμοί, Κύριε,

ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν·

ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν.

4 ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης,

θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.

5 τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα·

τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

ϞΓ΄ — 93

Ψαλμὸς τῷ Δαυΐδ, τετράδι σαββάτου.

Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο.

2 ὑψώθητι ὁ κρίνων τὴν γῆν,

ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις.

3 ἕως πότε ἁμαρτωλοί, Κύριε,

ἕως πότε ἁμαρτωλοὶ καυχήσονται,

4 φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν,

λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν;

5 τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν

καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν,

6 χήραν καὶ ὀρφανὸν ἀπέκτειναν,

καὶ προσήλυτον ἐφόνευσαν

7          καὶ εἶπαν· οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ.

8 σύνετε δή, ἄφρονες ἐν τῷ λαῷ· καί, μωροί, ποτὲ φρονήσατε.

9 ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει;

ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐχὶ κατανοεῖ;

10ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει;

ὁ διδάσκων ἄνθρωπον γνῶσιν;

11Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων ὅτι εἰσὶ μάταιοι.

12μακάριος ὁ ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε,

καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν

13τοῦ πραΰναι αὐτὸν ἀφ᾿ ἡμερῶν πονηρῶν,

ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος.

14ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ

καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει,

15ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν

καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

(διάψαλμα).

16τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις;

ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν;

17εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι,

παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου.

18εἰ ἔλεγον· σεσάλευται ὁ πούς μου,

τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι.

19Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου.

20μὴ συμπροσέστω σοι θρόνος ἀνομίας,

ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα.

21θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου

καὶ αἷμα ἀθῷον καταδικάσονται.

22καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν

καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου·

23καὶ ἀποδώσει αὐτοῖς Κύριος τὴν ἀνομίαν αὐτῶν,

καὶ κατὰ τὴν πονηρίαν αὐτῶν

ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεός.

ϞΔ΄ — 94

Αἶνος ᾠδῆς τῷ Δαυΐδ.

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ,

ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν·

2 προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει

καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ.

3 ὅτι Θεὸς μέγας Κύριος

καὶ Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν·

4 ὅτι * ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς,

* Ἐν τῷ Β προτάσεται: ὅτι οὐκ ὰπώσεται Κύριος τὸν λαὸν αὐτοῦ.

καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν·

5 ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν,

καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.

6 δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ

καὶ κλαύσωμεν ἐναντίον Κυρίου, τοῦ ποιήσαντος ἡμᾶς·

7 ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν,

καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ

καὶ πρόβατα χειρὸς αὐτοῦ.

8 σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,

μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ

κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,

9 οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν,

ἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου.

10τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ

καὶ εἶπα· ἀεὶ πλανῶνται τῇ καρδίᾳ,

αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου,

11ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.

ϞΕ΄ — 95

Ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ τὴν αἰχμαλωσίαν· ᾠδὴ τῷ Δαυΐδ.

1 Ασατε τῷ Κυρίῳ ᾆσμα καινόν,

ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ·

2 ᾄσατε τῷ Κυρίῳ· εὐλογήσατε τὸ ὄνομα αὐτοῦ,

εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ·

3 ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ,

ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.

4 ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα,

φοβερός ἐστιν ὑπὲρ πάντας τοὺς θεούς·

5 ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια,

ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν.

6 ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ.

ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.

7 ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν,

ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν·

8 ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ,

ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ·

9 προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ,

σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.

10εἴπατε ἐν τοῖς ἔθνεσιν· ὁ Κύριος ἐβασίλευσε,

καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται,

κρινεῖ λαοὺς ἐν εὐθύτητι.

11εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ,

σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς·

12χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς·

τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ

13πρὸ προσώπου τοῦ Κυρίου, ὅτι ἔρχεται,

ὅτι ἔρχεται κρῖναι τὴν γῆν.

κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ

καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.

ϞϜ΄ — 96

Τῷ Δαυΐδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται.

Ο Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ,

εὐφρανθήτωσαν νῆσοι πολλαί.

2 νέφη καὶ γνόφος κύκλῳ αὐτοῦ,

δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ.

3 πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται

καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ·

4 ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ,

εἶδε καὶ ἐσαλεύθη ἡ γῆ.

5 τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου,

ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς.

6 ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ,

καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ.

7 αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς,

οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν·

προσκυνήσατε αὐτῷ, πάντες οἱ ἄγγελοι αὐτοῦ.

8 ἤκουσε καὶ εὐφράνθη ἡ Σιών,

καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας

ἕνεκεν τῶν κριμάτων σου, Κύριε·

9 ὅτι σὺ εἶ Κύριος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν,

σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς.

10οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρά·

φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ,

ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς.

11φῶς ἀνέτειλε τῷ δικαίῳ

καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.

12εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ,

καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.

ϞΖ΄ — 97

Ψαλμὸς τῷ Δαυΐδ.

Ασατε τῷ Κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος·

ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ

καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.

2 ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν

ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ.

3 ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ

καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ·

εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

4 ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ,

ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε·

5 ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ·

6         ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης

ἀλαλάξατε ἐνώπιον τοῦ Βασιλέως Κυρίου.

7 σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς,

ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.

8 ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό,

τὰ ὄρη ἀγαλλιάσονται, 9ὅτι ἥκει κρῖναι τὴν γῆν·

κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ

καὶ λαοὺς ἐν εὐθύτητι.

ϞΗ΄ — 98

Ψαλμὸς τῷ Δαυΐδ.

Ο Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί·

ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σαλευθήτω ἡ γῆ.

2 Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς.

3 ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ,

ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι.

4 καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ·

σὺ ἡτοίμασας εὐθύτητας,

κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.

5 ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν

καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι

ἅγιός ἐστι. 6 Μωυσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ,

καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ·

ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν,

7         ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς·

ὅτι ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ

καὶ τὰ προστάγματα αὐτοῦ, ἃ ἔδωκεν αὐτοῖς.

8 Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουσε αὐτῶν·

ὁ Θεός, σὺ εὐίλατος ἐγίνου αὐτοῖς

καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν.

9 ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν

καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ,

ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

ϞΘ΄ — 99

Ψαλμὸς εἰς ἐξομολόγησιν.

Αλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ,

2         δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ,

εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.

3 γνῶτε ὅτι Κύριος, αὐτός ἐστιν ὁ Θεὸς

ἡμῶν, αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς·

ἡμεῖς δὲ λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ.

4 εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει,

εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις.

ἐξομολογεῖσθε αὐτῷ,

αἰνεῖτε τὸ ὄνομα αὐτοῦ, 5ὅτι χρηστὸς Κύριος,

εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,

καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.

Ρ΄ — 100

Ψαλμὸς τῷ Δαυΐδ.

Ελεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε·

2         ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με;

διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου.

3 οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον,

ποιοῦντας παραβάσεις ἐμίσησα·

οὐκ ἐκολλήθη μοι καρδία σκαμβή.

4         ἐκκλίνοντος ἀπ᾿ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.

5 τὸν καταλαλοῦντα λάθρᾳ τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον·

ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον.

6 οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς

τοῦ συγκαθῆσθαι αὐτοὺς μετ᾿ ἐμοῦ·

πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.

7 οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν,

λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου.

8 εἰς τὰς πρωίας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς

τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.

ΡΑ΄ — 101

Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ.

2 Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου,

καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω.

3 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ·

ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον πρός με τὸ οὖς σου·

ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου,

4 ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου,

καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν.

5 ἐπλήγην ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου,

ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου.

6 ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου.

7 ὡμοιώθην πελεκᾶνι ἐρημικῷ,

ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ,

8         ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος.

9 ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου,

καὶ οἱ ἐπαινοῦντές με κατ᾿ ἐμοῦ ὤμνυον.

10ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον

καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων

11ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου,

ὅτι ἐπάρας κατέῤῥαξάς με.

12αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν,

κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην.

13σὺ δέ, Κύριε, εἰς τὸν αἰῶνα μένεις,

καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.

14σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών,

ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν, ὅτι ἥκει καιρός·

15ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς,

καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι.

16καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε,

καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου,

17ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν

καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ.

18ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν

καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν.

19γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν,

καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.

20ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ,

Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε

21τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων,

τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων,

22τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου

καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλὴμ

23        ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ.

24ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ·

τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι·

25μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου·

ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου.

26κατ᾿ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας,

καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·

27αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις,

καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,

καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται·

28        σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.

29οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι,

καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται.

ΡΒ΄ — 102

Τῷ Δαυΐδ.

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον

καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ·

2 εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον

καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις *αὐτοῦ·

* κατὰ τὸν Β αἰνέσεις.

3 τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου,

τὸν ἰώμενον πάσας τὰς νόσους σου·

4 τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου,

τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς·

5 τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου,

ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.

6 ποιῶν ἐλεημοσύνας ὁ Κύριος

καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.

7 ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ,

τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.

8 οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος,

μακρόθυμος καὶ πολυέλεος·

9 οὐκ εἰς τέλος ὀργισθήσεται,

οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ·

10οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν,

οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν,

11ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς

ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν·

12καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν,

ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν.

13καθὼς οἰκτείρει πατὴρ υἱούς,

ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν,

14ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν,

ἐμνήσθη * ὅτι χοῦς ἐσμεν.

* Ἄλλη γρ. μνέσθητι.

15ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ·

ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει·

16ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει

καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.

17τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν,

καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν

18τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ

καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.

19Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ,

καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

20εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ,

δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ

τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.

21εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ,

λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ·

22εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ,

ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ·

εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

ΡΓ΄ — 103

Τῷ Δαυΐδ.

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα,

ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω

2         ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον,

ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν·

3 ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ,

ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ,

ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·

4 ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα

καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. *

* Ἄλλη γρ. πῦρ φλέγον.

5 ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς,

οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

6 ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ,

ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα·

7 ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται,

ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

8 ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία

εἰς τὸν τόπον ὃν ἐθεμελίωσας αὐτά·

9 ὅριον ἔθου, ὃ οὐ παρελεύσονται,

οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

10ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν,

ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα·

11ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ,

προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν·

12ἐπ᾿ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει,

ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

13ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ,

ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

14ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι

καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων

τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς·

15καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου

τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ,

καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

16χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου,

αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

17ἐκεῖ στρουθία ἐννοσσεύσουσι,

τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν.

18ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις,

πέτρα καταφυγὴ τοῖς λαγωοῖς. *

* Ἄλλη γρ. χοιρογρθλλίοις.

19ἐποίησε σελήνην εἰς καιρούς,

ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

20ἔθου σκότος, καὶ ἐγένετο νύξ·

ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

21σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι

καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

22ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν

καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

23ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ

καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

24ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε·

πάντα ἐν σοφίᾳ ἐποίησας,

ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

25αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος,

ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός,

ζῷα μικρὰ μετὰ μεγάλων·

26        ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. *

* Ἄλλη γρ. αὺτῷ.

27πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον.

28        δόντος σου αὐτοῖς συλλέξουσιν,

ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος.

29ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται·

ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι

καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

30ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται,

καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

31ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας,

εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ·

32ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν,

ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται.

33ᾄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου,

ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω·

34ἡδυνθείη αὐτῷ ἡ διαλογή μου,

ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

35ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς

καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς.

εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

ΡΔ΄ — 104

Ἀλληλούϊα.

Εξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ,

ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ·

2 ᾄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ,

διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ.

3 ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ.

εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον·

4 ζητήσατε τὸν Κύριον καὶ κραταιώθητε,

ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός.

5 μνήσθητε τῶν θαυμασίων αὐτοῦ, ὧν ἐποίησε,

τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ,

6 σπέρμα Ἁβραὰμ δοῦλοι αὐτοῦ,

υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.

7 αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν,

ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.

8 ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ,

λόγου, οὗ ἐνετείλατο εἰς χιλίας γενεάς,

9 ὃν διέθετο τῷ Ἁβραάμ,

καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ἰσαὰκ

10καὶ ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα

καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον

11λέγων· σοὶ δώσω τὴν γῆν Χαναὰν

σχοίνισμα κληρονομίας ὑμῶν.

12ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς,

ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ

13καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος,

καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον.

14οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς

καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς·

15μὴ ἅπτεσθε τῶν χριστῶν μου

καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.

16καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν,

πᾶν στήριγμα ἄρτου συνέτριψεν·

17ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον,

εἰς δοῦλον ἐπράθη Ἰωσήφ.

18ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ,

σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ

19μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ,

τὸ λόγιον τοῦ Κυρίου ἐπύρωσεν αὐτόν.

20ἀπέστειλε βασιλεὺς καὶ ἔλυσεν αὐτόν,

ἄρχων λαοῦ, καὶ ἀφῆκεν αὐτόν.

21κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ

καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ

22τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν

καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι.

23καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον,

καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ.

24καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα

καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ.

25μετέστρεψε τὴν καρδίαν αὐτοῦ τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ,

τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ.

26ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ,

Ἀαρών, ὃν ἐξελέξατο ἑαυτῷ.

27ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ

καὶ τῶν τεράτων αὐτοῦ ἐν γῇ Χάμ.

28ἐξαπέστειλε σκότος καὶ ἐσκότασεν,

ὅτι παρεπίκραναν τοὺς λόγους αὐτοῦ·

29μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα,

καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν.

30ἐξῆρψεν ἡ γῆ αὐτῶν βατράχους

ἐν τοῖς ταμ̀¹είοις τῶν βασιλέων αὐτῶν.

31εἶπε, καὶ ἦλθε κυνόμυια

καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν.

32ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν,

πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν,

33καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν

καὶ συνέτριψε πᾶν ξύλον ὁρίου αὐτῶν.

34εἶπε καὶ ἦλθεν ἀκρίς, καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμός,

35        καὶ κατέφαγε πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν,

καὶ κατέφαγε τὸν καρπὸν τῆς γῆς αὐτῶν.

36καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν,

ἀπαρχὴν παντὸς πόνου αὐτῶν.

37καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ,

καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν.

38εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν,

ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπ᾿ αὐτούς.

39διεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς

καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα.

40ᾔτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα,

καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς·

41διέῤῥηξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα,

ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί.

42ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ

τοῦ πρὸς Ἁβραὰμ τὸν δοῦλον αὐτοῦ

43καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει

καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ.

44καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν,

καὶ πόνους λαῶν κατεκληρονόμησαν,

 

45ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ,

καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.

ΡΕ΄ — 105

Ἀλληλούϊα.

Εξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

2 τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου,

ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;

3 μακάριοι οἱ φυλάσσοντες κρίσιν καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ.

4 μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου,

ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου

5 τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου,

τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου,

τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου.

6 ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν,

ἠνομήσαμεν, ἠδικήσαμεν.

7 οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου

καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου

καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ.

8 καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ

τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ·

9 καὶ ἐπετίμησε τῇ ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη,

καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ·

10καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισοῦντος

καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν·

11ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς,

εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη.

12καὶ ἐπίστευσαν τοῖς λόγοις αὐτοῦ

καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ.

13ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ,

οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ·

14καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ

καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ.

15καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν,

καὶ ἐξαπέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν.

16καὶ παρώργισαν Μωυσῆν ἐν τῇ παρεμβολῇ,

τὸν Ἀαρὼν τὸν ἅγιον Κυρίου·

17ἠνοίχθη ἡ γῆ καὶ κατέπιε Δαθὰν

καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών·

18καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν,

φλὸξ κατέφλεξεν ἁμαρτωλούς.

19καὶ ἐποίησαν μόσχον ἐν Χωρὴβ

καὶ προσεκύνησαν τῷ γλυπτῷ.

20καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν

ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον.

21καὶ ἐπελάθοντο τοῦ Θεοῦ τοῦ σῴζοντος αὐτούς,

τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ,

22        θαυμαστὰ ἐν γῇ Χάμ, φοβερὰ ἐπὶ θαλάσσης ἐρυθρᾶς.

23καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτούς,

εἰ μὴ Μωυσῆς ὁ ἐκλεκτὸς αὐτοῦ

ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ

τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ

τοῦ μὴ ἐξολοθρεῦσαι αὐτούς.

24καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν,

οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ·

25καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν,

οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου.

26καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ᾿ αὐτοὺς

τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ

27καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσι

καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις.

28καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ

καὶ ἔφαγον θυσίας νεκρῶν·

29καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν,

καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις.

30καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο,

καὶ ἐκόπασεν ἡ θραῦσις·

31καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην

εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος.

32καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας

καὶ ἐκακώθη Μωυσῆς δι᾿ αὐτούς,

33ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ,

καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ.

34οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη, ἃ εἶπε Κύριος αὐτοῖς,

35        καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι

καὶ ἔμαθον τὰ ἔργα αὐτῶν·

36καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν,

καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον·

37καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν

καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις

38καὶ ἐξέχεαν αἷμα ἀθῷον,

αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων,

ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναὰν

καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι

39καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν,

καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.

40καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ

καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ·

41καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν,

καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς.

42καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν,

καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν.

43πλεονάκις ἐῤῥύσατο αὐτούς,

αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν

καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν.

44καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτούς,

ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν·

45καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ

καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ

46καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς

ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς.

47σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν,

καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν

τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ,

τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου.

48εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ

ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος.

καὶ ἐρεῖ πᾶς ὁ λαός· γένοιτο γένοιτο.

ΡϜ΄ — 106

Ἀλληλούϊα.

Εξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

2 εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου,

οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ.

3 ἐκ τῶν χωρῶν συνήγαγεν αὐτούς,

ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης.

4 ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀνύδρῳ,

ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον,

5 πεινῶντες καὶ διψῶντες,

ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπε·

6 καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς,

καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτοὺς

7 καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν

τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου.

8 ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ

καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων,

9 ὅτι ἐχόρτασε ψυχὴν κενὴν

καὶ πεινῶσαν ἐνέπλησεν ἀγαθῶν.

10καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου,

πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ,

11ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ,

καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν,

12καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν,

ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν·

13καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς,

καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτοὺς

14καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου

καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξεν.

15ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ

καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων,

16ὅτι συνέτριψε πύλας χαλκᾶς

καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν.

17ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν,

διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν·

18πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν,

καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου·

19καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς,

καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς,

20ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς

καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.

21ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ

καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων

22καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως

καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει.

23οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις,

ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς,

24αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου

καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ.

25εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος,

καὶ ὑψώθη τὰ κύματα αὐτῆς·

26ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν

καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων,

ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο·

27ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων,

καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη·

28καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς,

καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτοὺς

29καὶ ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν,

καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς·

30καὶ εὐφράνθησαν, ὅτι ἡσύχασαν,

καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτοῦ. *

* Ἄλλε γρ. αὐτῶν.

31ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ

καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων.

32ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ

καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν.

33ἔθετο ποταμοὺς εἰς ἔρημον

καὶ διεξόδους ὑδάτων εἰς δίψαν,

34γῆν καρποφόρον εἰς ἅλμην

ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.

35ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων

καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων.

36καὶ κατῴκισεν ἐκεῖ πεινῶντας,

καὶ συνεστήσαντο πόλεις κατοικεσίας

37καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας

καὶ ἐποίησαν καρπὸν γεννήματος,

38καὶ εὐλόγησεν αὐτούς, καὶ ἐπληθύνθησαν σφόδρα,

καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνε.

39καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν

ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης.

40ἐξεχύθη ἐξουδένωσις ἐπ᾿ ἄρχοντας αὐτῶν,

καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ.

41καὶ ἐβοήθησε πένητι ἐκ πτωχείας

καὶ ἔθετο ὡς πρόβατα πατριάς.

42ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται,

καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς.

43τίς σοφὸς καὶ φυλάξει ταῦτα

καὶ συνήσει τὰ ἐλέη τοῦ Κυρίου;

ΡΖ΄ — 107

ᾨδὴ ψαλμοῦ τῷ Δαυΐδ.

2 Ετοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου,

ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου.

3          ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου.

4 ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε,

ψαλῶ σοι ἐν ἔθνεσιν,

5 ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου

καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.

6 ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός,

καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

7 ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου,

σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου.

8 ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ·

ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα,

καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω·

9 ἐμός ἐστι Γαλαάδ, καὶ ἐμός ἐστι Μανασσῆς,

καὶ Ἐφραὶμ ἀντίληψις τῆς κεφαλῆς μου,

Ἰούδας βασιλεύς μου,

10Μωὰβ λέβης τῆς ἐλπίδος μου,

ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου,

ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.

11τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;

ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;

12οὐχὶ σύ, ὁ Θεός, ὁ ἀπωσάμενος ἡμᾶς;

καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν;

13δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως,

καὶ ματαία σωτηρία ἀνθρώπου.

14ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν,

καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.

ΡΗ΄ — 108

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.

1 Ο Θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς,

2         ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾿ ἐμὲ ἠνοίχθη,

ἐλάλησαν κατ᾿ ἐμοῦ γλώσσῃ δολίᾳ

3 καὶ λόγοις μίσους ἐκύκλωσάν με

καὶ ἐπολέμησάν με δωρεάν.

4 ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με,

ἐγὼ δὲ προσηυχόμην·

5 καὶ ἔθεντο κατ᾿ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν

καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.

6 κατάστησον ἐπ᾿ αὐτὸν ἁμαρτωλόν,

καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ·

7 ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος,

καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν.

8 γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι,

καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.

9 γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ

καὶ ἡ γυνὴ αὐτοῦ χήρα·

10σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν,

ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν.

11ἐξερευνησάτω δανειστὴς πάντα, ὅσα ὑπάρχει αὐτῷ,

καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ·

12μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ,

μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ·

13γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν,

ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ.

14ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου,

καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη·

15γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντός,

καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν,

16ἀνθ᾿ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος

καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν

καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι.

17καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ·

καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ᾿ αὐτοῦ.

18καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον,

καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ

καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ.

19γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται,

καὶ ὡσεὶ ζώνη, ἣν διαπαντὸς περιζώννυται.

20τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου

καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.

21καὶ σύ, Κύριε Κύριε, ποίησον μετ᾿ ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου,

ὅτι χρηστὸν τὸ ἔλεός σου. ῥῦσαί με,

22ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ,

καὶ ἡ καρδία μου τετάρακται ἐντός μου.

23ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην,

ἐξετινάχθην ὡσεὶ ἀκρίδες.

24τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας,

καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾿ ἔλαιον.

25κἀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς·

εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.

26βοήθησόν μοι, Κύριε ὁ Θεός μου,

καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου.

27καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη

καὶ σύ, Κύριε, ἐποίησας αὐτήν.

28καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις·

οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν,

ὁ δὲ δοῦλός σου εὐφρανθήσεται.

29ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν

καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν.

30ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου

καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν,

31ὅτι παρέστη ἐκ δεξιῶν πένητος

τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.

ΡΘ΄ — 109

Ψαλμὸς τῷ Δαυΐδ.

Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου,

ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

2 ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών,

καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.

3 μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου

ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου·

ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.

4 ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται·

σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

5 Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς·

6 κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα,

συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν.

7 ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται·

διὰ τοῦτο ὑψώσει κεφαλήν.

ΡΙ΄ — 110

Ἀλληλούϊα.

Εξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου

ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ.

2 μεγάλα τὰ ἔργα Κυρίου,

ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ·

3 ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ,

καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

4 μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ,

ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος·

5 τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν,

μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ.

6 ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ

τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν.

7 ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις·

πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ,

8 ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,

πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι.

9 λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ,

ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ·

ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ.

10ἀρχὴ σοφίας φόβος Κυρίου,

σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν.

ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ΡΙΑ΄ — 111

Ἀλληλούϊα.

Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον,

ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα·

2 δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ,

γενεὰ εὐθέων εὐλογηθήσεται.

3 δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ,

καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

4 ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν

ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος.

5 χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν·

οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει,

6 ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται,

εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.

7 ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται·

ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον.

8 ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ,

ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ·

9 ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν·

ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,

τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ.

10ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται,

τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται·

ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται.

ΡΙΒ΄ — 112

Ἀλληλούϊα.

Αἰνεῖτε, παῖδες, Κύριον,

αἰνεῖτε τὸ ὄνομα Κυρίου·

2 εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον

ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

3 ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν

αἰνετὸν τὸ ὄνομα Κυρίου.

4 ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος,

ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.

5 τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν;

ὁ ἐν ὑψηλοῖς κατοικῶν

6 καὶ τὰ ταπεινὰ ἐφορῶν

ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ,

7 ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν

καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα

8 τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων,

μετὰ ἀρχόντων λαοῦ αὐτοῦ·

9 ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ,

μητέρα ἐπὶ τέκνοις εὐφραινομένην.

ΡΙΓ΄ — 113

Ἀλληλούϊα.

Εν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου,

οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου,

2 ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ,

Ἰσραὴλ ἐξουσία αὐτοῦ.

3 ἡ θάλασσα εἶδε καὶ ἔφυγεν,

ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω·

4 τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ

καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.

5 τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες,

καὶ σύ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

6         τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί,

καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων;

7 ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ,

ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακὼβ

8 τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων

καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων.

9 μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν,

ἀλλ᾿ ἢ τῷ ὀνόματί σου δὸς δόξαν,

ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου,

10μήποτε εἴπωσι τὰ ἔθνη·

ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;

11ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ

καὶ ἐν τῇ γῇ

πάντα, ὅσα ἠθέλησεν, ἐποίησε.

12τὰ εἴδωλα τῶν ἐθνῶν, ἀργύριον καὶ χρυσίον,

ἔργα χειρῶν ἀνθρώπων·

13στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν,

ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται,

14ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται,

ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφρανθήσονται,

15χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι,

πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν,

οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν.

16ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ

καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτοῖς.

17οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον·

βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.

18οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον·

βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.

19οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον·

βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.

20Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς,

εὐλόγησε τὸν οἶκον Ἰσραήλ,

εὐλόγησε τὸν οἶκον Ἀαρών,

21εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον,

τοὺς μικροὺς μετὰ τῶν μεγάλων.

22προσθείη Κύριος ἐφ᾿ ὑμᾶς,

ἐφ᾿ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν.

23εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ

τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.

24ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ,

τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων.

25οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε,

οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου,

26ἀλλ᾿ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον,

ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος.

ΡΙΔ΄ — 114

Ἀλληλούϊα.

Ηγάπησα, ὅτι εἰσακούσεται Κύριος

τῆς φωνῆς τῆς δεήσεώς μου,

2 ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί,

καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.

3 περιέσχον με ὠδῖνες θανάτου,

κίνδυνοι ᾅδου εὕροσάν με·

θλῖψιν καὶ ὀδύνην εὗρον,

4 καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην·

ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου.

5 ἐλεήμων ὁ Κύριος καὶ δίκαιος,

καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.

6 φυλάσσων τὰ νήπια ὁ Κύριος·

ἐταπεινώθην, καὶ ἔσωσέ με.

7 ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου,

ὅτι Κύριος εὐηργέτησέ σε,

8 ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου,

τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων

καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.

9 εὐαρεστήσω ἐνώπιον Κυρίου, ἐν χώρᾳ ζώντων.

ΡΙΕ΄ — 115

Ἀλληλούϊα.

Επίστευσα, διὸ ἐλάλησα·

ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.

2 ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου·

πᾶς ἄνθρωπος ψεύστης.

3 τί ἀνταποδώσω τῷ Κυρίῳ

περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;

4 ποτήριον σωτηρίου λήψομαι

καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

5 τὰς εὐχάς μου τῷ Κυρίῳ

ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.

6 τίμιος ἐναντίον Κυρίου

ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

7 ὦ Κύριε, ἐγὼ δοῦλος σός,

ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου.

διέῤῥηξας τοὺς δεσμούς μου,

8 σοὶ θύσω θυσίαν αἰνέσεως

καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι.

9 τὰς εὐχάς μου τῷ Κυρίῳ

ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ,

10 ἐν αὐλαῖς οἴκου Κυρίου

ἐν μέσῳ σου, Ἱερουσαλήμ.

ΡΙϜ΄ — 116

Ἀλληλούϊα.

Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη,

ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί,

2 ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς,

καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

ΠΙΖ΄ — 117

Ἀλληλούϊα.

Εξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

2 εἰπάτω δὴ οἶκος Ἰσραὴλ ὅτι ἀγαθός,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

3 εἰπάτω δὴ οἶκος Ἀαρὼν ὅτι ἀγαθός,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

4 εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον ὅτι ἀγαθός,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

5 ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον,

καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν.

6 Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι

τί ποιήσει μοι ἄνθρωπος.

7 Κύριος ἐμοὶ βοηθός,

κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου.

8 ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον

ἢ πεποιθέναι ἐπ᾿ ἄνθρωπον·

9 ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον

ἢ ἐλπίζειν ἐπ᾿ ἄρχουσι.

10πάντα τὰ ἔθνη ἐκύκλωσάν με,

καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς·

11κυκλώσαντες ἐκύκλωσάν με,

καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

12ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον

καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις,

καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

13ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν,

καὶ ὁ Κύριος ἀντελάβετό μου.

14ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος

καὶ ἐγένετό μοι εἰς σωτηρίαν.

15φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων·

δεξιὰ Κυρίου ἐποίησε δύναμιν,

16        δεξιὰ Κυρίου ὕψωσέ με,

δεξιὰ Κυρίου ἐποίησε δύναμιν.

17οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι

καὶ διηγήσομαι τὰ ἔργα Κυρίου.

18παιδεύων ἐπαίδευσέ με ὁ Κύριος

καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με.

19ἀνοίξατέ μοι πύλας δικαιοσύνης·

εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ.

20αὕτη ἡ πύλη τοῦ Κυρίου,

δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.

21ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου

καὶ ἐγένου μοι εἰς σωτηρίαν.

22λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,

οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·

23παρὰ Κυρίου ἐγένετο αὕτη

καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

24αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος·

ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

25ὦ Κύριε, σῶσον δή,

ὦ Κύριε, εὐόδωσον δή.

26εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·

εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου.

27Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν·

συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν

ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.

28Θεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι·

Θεός μου εἶ σύ, καὶ ὑψώσω σε·

ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου

καὶ ἐγένου μοι εἰς σωτηρίαν.

29ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

ΡΙΗ΄ — 118

Ἀλληλούϊα.

Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ

οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.

2 μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ·

ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.

3 οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν

ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.

4 σὺ ἐνετείλω τὰς ἐντολάς σου

τοῦ φυλάξασθαι σφόδρα.

5 ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου

τοῦ φυλάξασθαι τὰ δικαιώματά σου.

6 τότε οὐ μὴ αἰσχυνθῶ

ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.

7 ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας

ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.

8 τὰ δικαιώματά σου φυλάξω·

μή με ἐγκαταλίπῃς ἕως σφόδρα. —

 

9 Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ;

ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου.

10ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε·

μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.

11ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου,

ὅπως ἂν μὴ ἁμάρτω σοι.

12εὐλογητὸς εἶ, Κύριε·

δίδαξόν με τὰ δικαιώματά σου.

13ἐν τοῖς χείλεσί μου ἐξήγγειλα

πάντα τὰ κρίματα τοῦ στόματός σου.

14ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην

ὡς ἐπὶ παντὶ πλούτῳ.

15ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω

καὶ κατανοήσω τὰς ὁδούς σου.

16ἐν τοῖς δικαιώμασί σου μελετήσω,

οὐκ ἐπιλήσομαι τῶν λόγων σου. —

 

17Ἀνταπόδος τῷ δούλῳ σου·

ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου.

18ἀποκάλυψον τοὺς ὀφθαλμούς μου,

καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.

19πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ·

μὴ ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ τὰς ἐντολάς σου.

20ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι

τὰ κρίματά σου ἐν παντὶ καιρῷ.

21ἐπετίμησας ὑπερηφάνοις·

ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου.

22περίελε ἀπ᾿ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν,

ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.

23καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ᾿ ἐμοῦ κατελάλουν,

ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου.

24καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι,

καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. —

 

25Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου·

ζῆσόν με κατὰ τὸν λόγον σου.

26τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου·

δίδαξόν με τὰ δικαιώματά σου.

27ὁδὸν δικαιωμάτων σου συνέτισόν με,

καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου.

28ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας·

βεβαίωσόν με ἐν τοῖς λόγοις σου.

29ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾿ ἐμοῦ

καὶ τῷ νόμῳ σου ἐλέησόν με.

30ὁδὸν ἀληθείας ᾑρετισάμην

καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην.

31ἐκολλήθην τοῖς μαρτυρίοις σου,

Κύριε· μή με καταισχύνῃς.

32ὁδὸν ἐντολῶν σου ἔδραμον,

ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. —

 

33Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου,

καὶ ἐκζητήσω αὐτὴν διαπαντός.

34συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου

καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου.

35ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου,

ὅτι αὐτὴν ἠθέλησα.

36κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου

καὶ μὴ εἰς πλεονεξίαν.

37ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα,

ἐν τῇ ὁδῷ σου ζῆσόν με.

38στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου

εἰς τὸν φόβον σου.

39περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα·

ὅτι τὰ κρίματά σου χρηστά.

40ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου·

ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. —

 

41Καὶ ἔλθοι ἐπ᾿ ἐμὲ τὸ ἔλεός σου, Κύριε,

τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου.

42καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον,

ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου.

43καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα,

ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα.

44καὶ φυλάξω τὸν νόμον σου διαπαντός,

εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

45καὶ ἐπορευόμην ἐν πλατυσμῷ,

ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.

46καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων

καὶ οὐκ ᾐσχυνόμην.

47καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου,

ἃς ἠγάπησα σφόδρα.

48καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα,

καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. —

 

49Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου,

ὧν ἐπήλπισάς με.

50αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου,

ὅτι τὸ λόγιόν σου ἔζησέ με.

51ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα,

ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα.

52ἐμνήσθην τῶν κριμάτων σου ἀπ᾿ αἰῶνος, Κύριε,

καὶ παρεκλήθην.

53ἀθυμία κατέσχε με

ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.

54ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου

ἐν τόπῳ παροικίας μου.

55ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε,

καὶ ἐφύλαξα τὸν νόμον σου.

56αὕτη ἐγενήθη μοι,

ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. —

 

57Μερίς μου εἶ, Κύριε,

εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου.

58ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου·

ἐλέησόν με κατὰ τὸ λόγιόν σου.

59διελογισάμην τὰς ὁδούς σου

καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.

60ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ

φυλάξασθαι τὰς ἐντολάς σου.

61σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι,

καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.

62μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι

ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.

63μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε

καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου.

64τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ·

τὰ δικαιώματά σου δίδαξόν με. —

 

65Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου,

Κύριε, κατὰ τὸν λόγον σου.

66χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με,

ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.

67πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα,

διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα.

68χρηστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου

δίδαξόν με τὰ δικαιώματά σου.

69ἐπληθύνθη ἐπ᾿ ἐμὲ ἀδικία ὑπερηφάνων,

ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου.

70ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν,

ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.

71ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με,

ὅπως ἂν μάθω τὰ δικαιώματά σου.

72ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου

ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. —

 

73Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με·

συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου.

74οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται,

ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.

75ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου,

καὶ ἀληθείᾳ ἐταπείνωσάς με.

76γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με

κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου.

77ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι,

ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν.

78αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ·

ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου.

79ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε

καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.

80γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου,

ὅπως ἂν μὴ αἰσχυνθῶ. —

 

81Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου,

εἰς τοὺς λόγους σου ἐπήλπισα.

82ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου

λέγοντες· πότε παρακαλέσεις με;

83ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ·

τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.

84πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου;

πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;

85διηγήσαντό μοι παράνομοι ἀδολεσχίας,

ἀλλ᾿ οὐχ ὡς ὁ νόμος σου, Κύριε.

86πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια·

ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι.

87παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ,

ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου.

88κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. —

 

89Εἰς τὸν αἰῶνα, Κύριε,

ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.

90εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου·

ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει.

91τῇ διατάξει σου διαμένει ἡμέρα,

ὅτι τὰ σύμπαντα δοῦλα σά.

92εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι,

τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.

93εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου,

ὅτι ἐν αὐτοῖς ἔζησάς με.

94σός εἰμι ἐγώ, σῶσόν με,

ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.

95ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με·

τὰ μαρτύριά σου συνῆκα.

96πάσης συντελείας εἶδον πέρας·

πλατεῖα ἡ ἐντολή σου σφόδρα. —

 

97Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε·

ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν.

98ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου,

ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν.

99ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα,

ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν.

100ὑπὲρ πρεσβυτέρους συνῆκα,

ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.

101ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου,

ὅπως ἂν φυλάξω τοὺς λόγους σου.

102ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα,

ὅτι σὺ ἐνομοθέτησάς με.

103ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου,

ὑπὲρ μέλι τῷ στόματί μου.

104ἀπὸ τῶν ἐντολῶν σου συνῆκα·

διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. —

 

105Λύχνος τοῖς ποσί μου ὁ νόμος σου

καὶ φῶς ταῖς τρίβοις μου.

106ὤμοσα καὶ ἔστησα

τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.

107ἐταπεινώθην ἕως σφόδρα·

Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου.

108τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, Κύριε,

καὶ τὰ κρίματά σου δίδαξόν με.

109ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός,

καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.

110ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι,

καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.

111ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα,

ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν.

112ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου

εἰς τὸν αἰῶνα δι᾿ ἀντάμειψιν. —

 

113Παρανόμους ἐμίσησα,

τὸν δὲ νόμον σου ἠγάπησα.

114βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶ σύ·

εἰς τοὺς λόγους σου ἐπήλπισα.

115ἐκκλίνατε ἀπ᾿ ἐμοῦ, πονηρευόμενοι,

καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου.

116ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με,

καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.

117βοήθησόν μοι, καὶ σωθήσομαι

καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός.

118ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου,

ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.

119παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς·

διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου.

120καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου·

ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. —

 

121Ἐποίησα κρῖμα καὶ δικαιοσύνην·

μὴ παραδῷς με τοῖς ἀδικοῦσί με.

122ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν·

μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι.

123οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου

καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου.

124ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου

καὶ τὰ δικαιώματά σου δίδαξόν με.

125δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με,

καὶ γνώσομαι τὰ μαρτύριά σου.

126καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ·

διεσκέδασαν τὸν νόμον σου.

127διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου

ὑπὲρ χρυσίον καὶ τοπάζιον.

128διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην,

πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. —

 

129Θαυμαστὰ τὰ μαρτύριά σου·

διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου.

130ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ

καὶ συνετιεῖ νηπίους.

131τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα,

ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.

132Ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με

κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.

133τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου,

καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.

134λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων,

καὶ φυλάξω τὰς ἐντολάς σου.

135τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου

καὶ δίδαξόν με τὰ δικαιώματά σου.

136διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου,

ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου. —

 

137Δίκαιος εἶ, Κύριε,

καὶ εὐθεῖαι αἱ κρίσεις σου.

138ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου

καὶ ἀλήθειαν σφόδρα.

139ἐξέτηξέ με ὁ ζῆλός σου,

ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου.

140πεπυρωμένον τὸ λόγιόν σου σφόδρα,

καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.

141νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος·

τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.

142ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα,

καὶ ὁ νόμος σου ἀλήθεια.

143θλίψεις καὶ ἀνάγκαι εὕροσάν με·

αἱ ἐντολαί σου μελέτη μου.

144δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα·

συνέτισόν με, καὶ ζήσομαι. —

 

145Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, Κύριε,

τὰ δικαιώματά σου ἐκζητήσω.

146ἐκέκραξά σοι· σῶσόν με,

καὶ φυλάξω τὰ μαρτύριά σου.

147προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα,

εἰς τοὺς λόγους σου ἐπήλπισα.

148προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον

τοῦ μελετᾶν τὰ λόγιά σου.

149τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου,

κατὰ τὸ κρῖμά σου ζῆσόν με.

150προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ,

ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.

151ἐγγὺς εἶ, Κύριε,

καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια.

152κατ᾿ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου,

ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. —

 

153Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με,

ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην.

154κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με·

διὰ τὸν λόγον σου ζῆσόν με.

155μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία,

ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.

156οἱ οἰκτιρμοί σου πολλοί, Κύριε·

κατὰ τὸ κρῖμά σου ζῆσόν με.

157πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με·

ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.

158εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην,

ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο.

159ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα· Κύριε,

ἐν τῷ ἐλέει σου ζῆσόν με.

160ἀρχὴ τῶν λόγων σου ἀλήθεια,

καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. —

 

161Ἄρχοντες κατεδίωξάν με δωρεάν,

καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου.

162ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου

ὡς ὁ εὑρίσκων σκῦλα πολλά.

163ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην,

τὸν δὲ νόμον σου ἠγάπησα.

164ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε

ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.

165εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου,

καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.

166προσεδόκων τὸ σωτήριόν σου, Κύριε,

καὶ τὰς ἐντολάς σου ἠγάπησα.

167ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου

καὶ ἠγάπησεν αὐτὰ σφόδρα.

168ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου,

ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε. —

 

169Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε·

κατὰ τὸ λόγιόν σου συνέτισόν με.

170εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε·

κατὰ τὸ λόγιόν σου ῥῦσαί με.

171ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον,

ὅταν διδάξῃς με τὰ δικαιώματά σου.

172φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου,

ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη.

173γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με,

ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.

174ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε,

καὶ ὁ νόμος σου μελέτη μού ἐστι.

175ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε,

καὶ τὰ κρίματά σου βοηθήσει μοι.

176ἐπλανήθην ὡς πρόβατον ἀπολωλός·

ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.

ΡΙΘ΄ — 119

ᾨδὴ τῶν ἀναβαθμῶν.

Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου.

2         Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας.

3 τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν;

4         τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς.

5 οἴμοι! ὅτι ἡ παροικία μου ἐμακρύνθη,

κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ.

6 πολλὰ παρῴκησεν ἡ ψυχή μου.

7         μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός·

ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.

ΡΚ΄ — 120

ᾨδὴ τῶν ἀναβαθμῶν.

1 Ηρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.

2         ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

3 μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε.

4         ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ.

5 Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου·

6         ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα.

7 Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος.

8         Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

ΡΚΑ΄ — 121

ᾨδὴ τῶν ἀναβαθμῶν.

1 Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον Κυρίου πορευσόμεθα.

2         ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ.

3 Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό.

4 ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραήλ,

τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου·

5 ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυΐδ.

6         ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ,

καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε·

7 γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου

καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου.

8         ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου,

ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ·

9         ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι.

ΡΚΒ΄ — 122

ᾨδὴ τῶν ἀναβαθμῶν.

Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.

2 ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν,

ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς,

οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν,

ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

3 ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς,

ὅτι ἐπὶ πολὺ ἐπλήσ̀¸ημεν ἐξουδενώσεως,

4 ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν.

τὸ ὄνειδος τοῖς εὐθηνοῦσι,

καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

ΡΚΓ΄ — 123

ᾨδὴ τῶν ἀναβαθμῶν.

1 Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ· 2εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν

ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾿ ἡμᾶς, 3ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς

ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ᾿ ἡμᾶς·

4 ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς,

χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν·

5         ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον.

6 εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.

7 ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη

ἐκ τῆς παγίδος τῶν θηρευόντων·

ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν.

8 ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

ΡΚΔ΄ — 124

ᾨδὴ τῶν ἀναβαθμῶν.

1 Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών·

οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ.

2 ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ

ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

3 ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων,

ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν.

4 ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ·

5         τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς

ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν

εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

ΡΚΕ΄ — 125

ᾨδὴ τῶν ἀναβαθμῶν.

Εν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν

ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι.

2 τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν

καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.

τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν·

ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ᾿ αὐτῶν.

3 ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ᾿ ἡμῶν,

ἐγενήθημεν εὐφραινόμενοι.

4 ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν

ὡς χειμάῤῥους ἐν τῷ νότῳ.

5 οἱ σπείροντες ἐν δάκρυσιν

ἐν ἀγαλλιάσει θεριοῦσι.

6 πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον βάλλοντες * τὰ σπέρματα αὐτῶν·

* Ἄλλη γρ. αῐροντες.

ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.

ΡΚϜ΄ — 126

ᾨδὴ τῶν ἀναβαθμῶν.

Εὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες·

ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.

2 εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν,

ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι,

οἱ ἐσθίοντες ἄρτον ὀδύνης,

ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον.

3 ἰδοὺ ἡ κληρονομία Κυρίου υἱοί,

ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός.

4 ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ,

οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων.

5 μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν·

οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.

ΡΙΖ΄ — 127

ᾨδὴ τῶν ἀναβαθμῶν.

Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον,

οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.

2 τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι·

μακάριος εἶ, καὶ καλῶς σοι ἔσται.

3 ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου·

οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.

4 ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον.

5 εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου·

6         καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου.

εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

ΡΙΗ΄ — 128

ᾨδὴ τῶν ἀναβαθμῶν.

Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου,

εἰπάτω δὴ Ἰσραήλ·

2 πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου,

καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι.

3 ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοί,

ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν.

4         Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν.

5 αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών.

6         γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων,

ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη·

7 οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων

καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων,

8 καὶ οὐκ εἶπαν οἱ παράγοντες· εὐλογία Κυρίου ἐφ᾿ ὑμᾶς,

εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.

ΡΙΘ΄ — 129

ᾨδὴ τῶν ἀναβαθμῶν.

Εκ βαθέων ἐκέκραξά σοι, Κύριε·

2         Κύριε, εἰσάκουσον τῆς φωνῆς μου·

γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

3 ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται;

4         ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

5 ἕνεκεν τοῦ ὀνόματός σου * ὑπέμεινά σε, Κύριε,

* Ἄλλε γρ. νόμου σου.

ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. *

* Ἄλλε γρ. νόμον αὐτοῦ ἢ λόγον αὐτοῦ.

6 ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον

απὸ φυλακῆς πρωΐας μέχρι νυκτός·

ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

7 ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις,

8         καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

ΡΛ΄ — 130

ᾨδὴ τῶν ἀναβαθμῶν.

Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου,

οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου,

οὐδὲ ἐπορεύθην ἐν μεγάλοις,

οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. 2 εἰ μὴ ἐταπεινοφρόνουν, * ἀλλὰ

* Ἀντὶ ἀλλὰ μαρτυρεῖται ἄριστα Καί.

ὕψωσα τὴν ψυχήν μου

ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ,

ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου.

3 ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον,

ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

ΡΛΑ΄ — 131

ᾨδὴ τῶν ἀναβαθμῶν.

Μνήσθητι, Κύριε, τοῦ Δαυΐδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ,

2         ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ·

3 εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου,

εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου,

4 εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν

καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου,

5         ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ.

6 ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ,

εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ·

7 εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ,

προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.

8 ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου,

σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου·

9 οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην,

καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

10ἕνεκεν Δαυΐδ τοῦ δούλου σου

μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου.

11ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν·

ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου·

12ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου

καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς,

καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου.

13ὅτι ἐξελέξατο Κύριος τὴν Σιών,

ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ·

14αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος,

ᾧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν·

15τὴν θύραν * αὐτῆς εὐλογῶν εὐλογήσω,

* Ἄλλαι γρ. θήραν ἢ χήραν.

τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων,

16τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν,

καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται.

17ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ,

ἡτοίμασα λύχνον τῷ χριστῷ μου·

18τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην,

ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.

ΡΛΒ΄ — 132

ᾨδὴ τῶν ἀναβαθμῶν.

Ιδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;

2 ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα,

τὸν πώγωνα τοῦ Ἀαρών,

τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ·

3 ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών·

ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.

ΡΛΓ΄ — 133

ᾨδὴ τῶν ἀναβαθμῶν.

Ιδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου

οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

2         ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.

3 εὐλογήσαι σε Κύριος ἐκ Σιὼν

ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.

ΡΛΔ΄ — 134

Ἀλληλούΐα.

Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον,

2         οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

3 αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος·

ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν·

4 ὅτι τὸν Ἰακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος,

Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ.

5 ὅτι ἐγὼ ἔγνωκα ὅτι μέγας ὁ Κύριος,

καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς.

6 πάντα, ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν

ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ,

ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις·

7 ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς,

ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν·

ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ,

8 ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου

ἀπὸ ἀνθρώπου ἕως κτήνους.

9 ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε,

ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ.

10ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς.

11        τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων

καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν

καὶ πάσας τὰς βασιλείας Χαναάν,

12καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν,

κληρονομίαν Ἰσραὴλ λαῷ αὐτοῦ.

13Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα

καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.

14ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ

καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.

15τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον,

ἔργα χειρῶν ἀνθρώπων·

16στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν,

ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται,

17ὦτα ἔχουσι καὶ οὐκ ἐνωτισθήσονται,

οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν.

18ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ

καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτοῖς.

19οἶκος Ἰσραήλ, εὐλογήσατε τὸν Κύριον·

οἶκος Ἀαρών, εὐλογήσατε τὸν Κύριον.

20οἶκος Λευΐ, εὐλογήσατε τὸν Κύριον·

οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον,

21εὐλογητὸς Κύριος ἐκ Σιών,

ὁ κατοικῶν Ἱερουσαλήμ.

ΡΛΕ΄ — 135

Ἀλληλούΐα.

Εξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

2 ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

3 ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίων,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

4 τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

5 τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

6 τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

7 τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

8 τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

9 τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

10τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,

11καὶ ἐξαγαγόντι τὸν Ἰσραὴλ ἐκ μέσου αὐτῶν,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,

12ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

13τῷ καταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

14καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,

15καὶ ἐκτινάξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν Ἐρυθράν,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

16τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· *

* Ἐνιαχοῦ προστίθεται: τῷ ὲξαγαγόντι ὕδωρ ἐκ πέτρας ἀκροτόμου.

17τῷ πατάξαντι βασιλεῖς μεγάλους,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,

18καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,

19τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,

20καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,

21καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,

22κληρονομίαν Ἰσραὴλ δούλῳ αὐτοῦ,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

23ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,

24καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

25ὁ διδοὺς τροφὴν πάσῃ σαρκί,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

26ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. *

* Ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίων, ὅτί κλπ.

ΡΛϜ΄ — 136

Τῷ Δαυΐδ Ἱερεμίου.

Επὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν

ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών.

2         ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν·

3 ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν

καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον· ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών.

4 πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;

5 ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου·

6         κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ,

ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου.

7 μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ

τῶν λεγόντων· ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως τῶν θεμελίων αὐτῆς.

8 θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος,

μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν·

9         μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.

ΡΛΖ΄ — 137

Ψαλμὸς τῷ Δαυΐδ, Ἀγγαίου καὶ Ζαχαρίου.

Εξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου,

καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι,

ὅτι ἤκουσας πάντα τὰ ῥήματα τοῦ στόματός μου.

2 προσκυνήσω πρὸς ναὸν ἅγιόν σου καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου

ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου,

ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου.

3 ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου·

πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου.

4 ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς,

ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου.

5 καὶ ᾀσάτωσαν ἐν ταῖς ᾠδαῖς Κυρίου,

ὅτι μεγάλη ἡ δόξα Κυρίου,

6 ὅτι ὑψηλὸς Κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ

καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει.

7 ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με·

ἐπ᾿ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖράς σου,

καὶ ἔσωσέ με ἡ δεξιά σου.

8 Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ.

Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα,

τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.

ΡΛΗ΄ — 138

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.

Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με·

2         σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου,

σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν·

3 τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας

καὶ πάσας τὰς ὁδούς μου προεῖδες,

4 ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου.

5         ἰδού, Κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα·

σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου.

6 ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ·

ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.

7 ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου

καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;

8 ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ,

ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει·

9 ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾿ ὄρθρον

καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης,

10καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με,

καὶ καθέξει με ἡ δεξιά σου.

11καὶ εἶπα· ἄρα σκότος καταπατήσει με,

καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου·

12ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται·

ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς.

13ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε,

ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου.

14ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης·

θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα.

15οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ,

καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς·

16τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου,

καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται·

ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς.

17ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός,

λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν·

18ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται·

ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ.

19ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ Θεός,

ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ᾿ ἐμοῦ,

20ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς·

λήψονται εἰς ματαιότητα τὰς πόλεις σου.

21οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα

καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην;

22τέλειον μῖσος ἐμίσουν αὐτούς,

εἰς ἐχθροὺς ἐγένοντό μοι.

23δοκίμασόν με, ὁ Θεός, καὶ γνῶθι τὴν καρδίαν μου,

ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου.

24καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί,

καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.

ΡΛΘ΄ — 139

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.

2 Εξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ,

ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με,

3 οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ,

ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους·

4 ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως,

ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν.

(διάψαλμα).

5 φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ,

ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με,

οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου·

6 ἔκρυψαν ὑπερήφανοι παγίδα μοι

καὶ σχοινία διέτειναν, παγίδα τοῖς ποσί μου,

ἐχόμενα τρίβους σκάνδαλα ἔθεντό μοι.

(διάψαλμα).

7 εἶπα τῷ Κυρίῳ· Θεός μου εἶ σύ,

ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου.

8 Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου,

ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου.

9 μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ·

διελογίσαντο κατ᾿ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν.

(διάψαλμα).

10ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν,

κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς.

11πεσοῦνται ἐπ᾿ αὐτοὺς ἄνθρακες,

ἐν πυρὶ καταβαλεῖς αὐτούς,

ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν.

12ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς,

ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν.

13ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν

καὶ τὴν δίκην τῶν πενήτων.

14πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου,

κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.

ΡΜ΄ — 140

Ψαλμὸς τῷ Δαυΐδ.

Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου·

πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου

ἐν τῷ κεκραγέναι με πρὸς σέ.

2 κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου,

ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.

3 θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου

καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

4 μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας

τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις

σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν,

καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

5 παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με,

ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου·

ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν·

6 κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ * αὐτῶν·

* Ἄλλη γρ. οῖ κραταιοί.

ἀκούσονται τὰ ῥήματά μου ὅτι ἡδύνθησαν.

7 ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς,

διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

8 ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου·

ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

9 φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι,

καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

10πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί·

κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω.

ΡΜΑ΄ — 141

Συνέσεως τῷ Δαυΐδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ· προσευχή.

2 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,

φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

3 ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου,

τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

4 ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου·

ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

5 κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον,

καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με·

ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ,

καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

6 ἐκέκραξα πρὸς σέ, Κύριε, εἶπα· σὺ εἶ ἡ ἐλπίς μου,

μερίς μου εἶ ἐν γῇ ζώντων.

7 πρόσχες πρὸς τὴν δέησίν μου,

ὅτι ἐταπεινώθην σφόδρα·

ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με,

ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

8 ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου

τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου·

ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

ΡΜΒ΄ — 142

Ψαλμὸς τῷ Δαυΐδ, ὅτε αὐτὸν ὁ υἱὸς καταδιώκει.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου,

ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου,

εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·

2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου,

ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.

3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου,

ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·

4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου,

ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

5 ἐμνήσθην ἡμερῶν ἀρχαίων,

ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου,

ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.

6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου,

ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.

(διάψαλμα).

7 ταχὺ εἰσάκουσόν μου, Κύριε,

ἐξέλιπε τὸ πνεῦμά μου·

μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ,

καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου,

ὅτι ἐπὶ σοὶ ἤλπισα·

γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι,

ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου·

9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,

ὅτι πρὸς σὲ κατέφυγον.

10δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου·

τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.

11ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου

ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου·

12καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου

καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου,

ὅτι ἐγὼ δοῦλός σού εἰμι.

ΡΜΓ΄ — 143

Τῷ Δαυΐδ, πρὸς τὸν Γολιάδ.

Εὐλογητὸς Κύριος ὁ Θεός μου ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν,

τοὺς δακτύλους μου εἰς πόλεμον·

2 ἔλεός μου καὶ καταφυγή μου,

ἀντιλήπτωρ μου καὶ ῥύστης μου,

ὑπερασπιστής μου, καὶ ἐπ᾿ αὐτῷ ἤλπισα,

ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ᾿ ἐμέ.

3 Κύριε, τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ,

ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτῷ;

4 ἄνθρωπος ματαιότητι ὡμοιώθη,

αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι.

5 Κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι,

ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται.

6 ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς,

ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς.

7 ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους,

ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν,

ἐκ χειρὸς υἱῶν ἀλλοτρίων,

8         ὧν τὸ στόμα ἐλάλησε ματαιότητα,

καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.

9 ὁ Θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι,

ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι

10τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσι,

τῷ λυτρουμένῳ Δαυΐδ τὸν δοῦλον αὐτοῦ

ἐκ ῥομφαίας πονηρᾶς. 11ῥῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων,

ὧν τὸ στόμα ἐλάλησε ματαιότητα

καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.

12ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα * ἐν τῇ νεότητι αὐτῶν,

* Πιθανώτατα: ἡδρθμμένα.

αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ,

13τὰ ταμιεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο,

τὰ πρόβατα αὐτῶν πολύτοκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν,

14        οἱ βόες αὐτῶν παχεῖς,

οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος,

οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν,

15ἐμακάρισαν τὸν λαόν, ᾧ ταῦτά ἐστι·

μακάριος ὁ λαός, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ.

ΡΜΔ΄ — 144

Αἴνεσις τοῦ Δαυΐδ.

Υψώσω σε, ὁ Θεός μου ὁ βασιλεύς μου,

καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

2 καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε

καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα

καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

3 μέγας Κύριος καὶ αἰνετὸς σφόδρα,

καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας.

4 γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι.

5         τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι

καὶ τὰ θαυμάσιά σου διηγήσονται.

6 καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι

καὶ τὴν μεγαλωσύνην σου διηγήσονται.

7 μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται

καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.

8 οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος,

μακρόθυμος καὶ πολυέλεος.

9 χρηστὸς Κύριος τοῖς σύμπασι,

καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.

10ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου,

καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε.

11δόξαν τῆς βασιλείας σου ἐροῦσι

καὶ τὴν δυναστείαν σου λαλήσουσι

12τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου

καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου.

13ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων,

καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

13απιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ

καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.

14ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας

καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους.

15οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι,

καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ.

16        ἀνοίγεις σὺ τὰς χεῖράς σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας.

17δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.

18ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν,

πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ.

19θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει

καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς.

20φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει.

21αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου·

καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ

εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ΡΜΕ΄ — 145

Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου.

Ἄινει, ἡ ψυχή μου, τὸν Κύριον·

2         αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου,

ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

3 μὴ πεποίθατε ἐπ᾿ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία.

4 ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ.

καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ·

ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.

5 μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ,

ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ

6 τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν,

τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,

7         ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις,

διδόντα τροφὴν τοῖς πεινῶσι.

Κύριος λύει πεπεδημένους,

8         Κύριος σοφοῖ τυφλούς,

Κύριος ἀνορθοῖ κατεῤῥαγμένους,

Κύριος ἀγαπᾷ δικαίους,

9 Κύριος φυλάσσει τοὺς προσηλύτους·

ὀρφανὸν καὶ χήραν ἀναλήψεται

καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.

10 βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών,

εἰς γενεὰν καὶ γενεάν.

ΡΜϜ΄ — 146

Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου.

Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός·

τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις.

2 οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος,

καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει,

3 ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν

καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν,

4 ὁ ἀριθμῶν πλήθη ἄστρων,

καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.

5 μέγας ὁ Κύριος ἡμῶν,

καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ,

καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.

6 ἀναλαμβάνων πρᾳεῖς ὁ Κύριος,

ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς.

7 ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει,

ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ

8 τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις,

τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν,

τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον

καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων,

9 διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν

καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν.

10οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει,

οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ·

11εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν

καὶ ἐν πᾶσι τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ.

ΡΜΖ΄ — 147

Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου.

Επαίνει, Ἱερουσαλήμ, τὸν Κύριον,

αἴνει τὸν Θεόν σου, Σιών,

2 ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου,

εὐλόγησε τοὺς υἱούς σου ἐν σοί·

3 ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην

καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε·

4 ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ,

ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ·

5 διδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον,

ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος·

6 βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς,

κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται;

7 ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά·

πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα.

8 ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ,

δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ.

9 οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει

καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.

ΡΜΗ΄ — 148

Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·

αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.

2 αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ·

αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.

3 αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη,

αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς.

4 αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν

καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.

5 αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου,

ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν,

αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

6 ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα

καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·

πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

7 αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς,

δράκοντες καὶ πᾶσαι ἄβυσσοι·

8 πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος,

τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·

9 τὰ ὄρη καὶ πάντες οἱ βουνοί,

ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι·

10 τὰ θηρία καὶ πάντα τὰ κτήνη,

ἑρπετὰ καὶ πετεινὰ πτερωτά·

11 βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί,

ἄρχοντες καὶ πάντες κριταὶ γῆς·

12 νεανίσκοι καὶ παρθένοι,

πρεσβύτεροι μετὰ νεωτέρων·

13 αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου,

ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου·

ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ.

14 καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ·

ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ,

τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

ΡΜΘ΄ — 149

Ἀλληλούϊα.

Ασατε τῷ Κυρίῳ ᾆσμα καινόν,

ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.

2 εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν,

καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.

3 αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ,

ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ,

4 ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ

καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

5 καυχήσονται ὅσιοι ἐν δόξῃ

καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

6 αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν,

καὶ ὔρομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν

7 τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν,

ἐλεγμοὺς ἐν τοῖς λαοῖς,

8 τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις

καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς,

9 τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον·

δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

ΡΝ΄ — 150

Ἀλληλούϊα.

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ,

αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ·

2 αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ,

αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

3 αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος,

αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ·

4 αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ,

αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ·

5 αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις,

αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.

6 πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ἀλληλούϊα.

( ΡΝΑ΄ — 151 )

Οὗτος ὁ ψαλμὸς ἰδιόγραφος εἰς Δαυΐδ καὶ ἔξωθεν τοῦ ἀριθμοῦ· ὅτε ἐμονομάχησε τῷ Γολιάθ.

Μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου

καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου·

ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου.

2 αἱ χεῖρές μου ἐποίησαν ὄργανον,

καὶ οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον.

3 καὶ τίς ἀναγγελεῖ τῷ Κυρίῳ μου;

αὐτὸς Κύριος, αὐτὸς εἰσακούσει.

4 αὐτὸς ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ

καὶ ἦρέ με ἐκ τῶν προβάτων τοῦ πατρός μου

καὶ ἔχρισέ με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὑτοῦ.

5 οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι,

καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ Κύριος.

6 ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ,

καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ·

7 ἐγὼ δέ, σπασάμενος τὴν παρ᾿ αὐτοῦ μάχαιραν,

ἀπεκεφάλισα αὐτὸν καὶ ἦρα ὄνειδος ἐξ υἱῶν Ἰσραήλ.